Ancient Greek
P.Prag. 1 108
Documentary Papyri, P.Prag. 1 108
Not analysed yet
παρὰ Ἰσχυρίωνος. οἱ κωμάρχαι τῆς Θεαδελφίας ὑπέβαλον, ὥς σου ἀπενέγκοντος διʼ ἐπιστολῆς περὶ τῶν διαφερόντων σοι ὀνομάτων, ποῖα ἔστιν τὰ προσαγγελλόμενα τῶν αὐτῶν ὀνομάτῶν. ἐπεὶ οὖν τὸ ἐπιστόλιον οὐχ εὑρέθη, τῆς δὲ χρείας κατεπειγούσης καὶ ἐνοχλουμένων αὐτῶν, ἐδέησαν ἀποσταλῆναι πρὸς σὲ βαδιστηλάτην ἵνα ἐξαυτῆς δηλώσῃς ποῖα ἔστιν τὰ ὀνόματα τὰ διὰ σοῦ κατατασσόμενα ε… ἠθέλησας. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνίνῳ φροντιστῇ Θρασώ …