Ancient Greek
P.Prag. 1 109 Ro
Documentary Papyri, P.Prag. 1 109r
Not analysed yet
Κηλέας Φιλίππῳ τῷ φιλτάτῳ χαίρειν. θαυμάζω πῶς τὰ κλημάτια οὐκ ἔπεμψας καίτοι γε πολλῆς παρακληθεὶς ὑπʼ ἐμοῦ περὶ τούτου, οὐδὲ μὴν ἔγραψάς μοι. ἀποτασσόμενος καίτοι γε σήμερον ἔγραψα ὥστε τὰ κτήνη ἐλθεῖν ἐπʼ αὐτὰ ἀπὸ τῆς Ἀλεξάνδρου. παρακεκλημένος οὖν πᾶν ποίησον τάχα καὶ ἂν αὔριον ἐνέχθῃ ἢ ἀντίγραψόν μοι περὶ τούτου. περιμένω γὰρ ἐνθάδε τούτου χάριν. σεσημείωμαι ἐρρῶσθαί σε εὔχομαι