Ancient Greek
P.Prag. 1 18
Documentary Papyri, P.Prag. 1 18
Not analysed yet
λβ λαογράφοις β κλήρου παρὰ Αὐρηλίου Ἀφροδισίου τοῦ καὶ Εὐπορᾶ τοῦ Νειλογένους ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος ἐπʼ ἀμφόδου Διονυσίου Τόπων. ὑπάρχει μοι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου …μέρος οἰκίας, ἐν ᾧ προσαπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος α ἔτους Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς, ἐφʼ οὗ καὶ τῇ προτέρᾳ ἀπογραφῇ ἀπεγράφησαν. καί εἰσιν Διόσκορος Ζωίλου τοῦ Ἡρ… μητρὸς Θεανὼ κάτοικος ἐπικεκριμένος ἐτῶν …,λινόυφος μίσθιος, ἐτῶν λ, καὶ τὴν συνοῦσαν αὐτῷ γυναῖκα Αὐρηλίαν Σαμβοῦν Σπο… μητρὸς Π…ρίδος ἀπογεγραμμένην τῇ προτέρᾳ ἀπογραφῇ ἐπʼ ἀμφόδου Ἱερᾶς Πύλης, νυνὶ δὲ ἐπʼ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς, ἐτῶν …,καὶ ἐξ αὐτῶν θυγατέρα Αὐρηλίαν …· διὸ ἐπιδίδωμι. Αὐρήλιος Ἀφροδίσιος ὁ καὶ Εὐπορᾶς ἐπιδέδωκα …νεκ κα ἐστὶν Διόσκορος λινόυφος οἰκῶν ἐν τῇ οἰκίᾳ Πασίωνος λαογρα ε ἀπογεγραμμένῃ εἰς τὰ οὐσιακά. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεσορὴ …