Ancient Greek
P.Prag. 1 19
Documentary Papyri, P.Prag. 1 19
Not analysed yet
Ἡρᾷ κωμογραμματεῖ Σοκνοπαίου Νήσου παρὰ Στοτοήτιος Ἀγχώφεως νεωτέρου τοῦ Πανεφρέμμεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερέως γ φυλῆς. οἱ συγγενεῖς μου Σαταβοῦς Πανεφρέμμεως τοῦ Ἀγχώφεως …μητρὸς Στοτοήτεως ἀνθʼ οὗ Ταου… τελῶν τὴν λαογραφίαν ἐπὶ τῆς αὐτῆς κώμης καὶ …ευς ἀδελφὸς μητρὸς τῆς αὐτῆς ἀφῆλιξ οἱ β ἀπὸ τῆς αὐτῆς κώμης ἱερεῖς τῆς αὐτῆς γ φυλῆς ἐτελεύτησαν ἔτι πάλαι. διὸ ἀξιῶ ταγῆναι αὐτῶν τὰ ὀνόματα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. Ἡρᾶς κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον. ἔτους …Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν …