Ancient Greek
P.Prag. 1 38
Documentary Papyri, P.Prag. 1 38
Not analysed yet
Στοτοῆτι Στοτοήτεως παρὰ Ὥρου τοῦ Τεσενούφεως τοῦ Τεσενούφεως Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὸ ὑπάρχον σοὶ ἐν κώμῃ Ἡρακλείᾳ ἐλαιουργεῖον ἐνεργὸν στεγνὸν καὶ τεθυρομένον ἐν ὧι μηχανὴ λιθίνη σὺν θυείῃ καὶ ὄργανον ἐξηρτισμένον ἄξωσι δυσὶ καὶ οἴκους ……ενει καὶ ὑπερῴῳ τοῦ ἑτέρου οἴκου μεγάλου λεγομένωι εἰς ἐνιαυτὸν ἕναν ἀπὸ μηνὸς Σωτηρίου νουμηνίας τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ φόρου τοῦ παντὸς ἐλαίου ῥαφανίνου μετρητῶν δύο καὶ κεραμίου …ἐλαίου ῥαφανίνου ……το χοαίου …ουργια ἐφη…ρ ……Στοτοήτεως Διο…