Ancient Greek
P.Prag. 1 40
Documentary Papyri, P.Prag. 1 40
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ ἐννεακαιδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων Τυράννου ὡς φησὶν ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπῳ μέσωι Σώτᾳ Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ γόνατι δεξιῷ πεπρακέναι αὐτῶι ἵππον ἄρρενα βόλον ἔχοντα ψαρὸν τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Ἥρωνα παρὰ τοῦ Σώτα τὴν συμπεφωνημένην πρὸς …