Ancient Greek
P.Prag. Varcl 1 14
Documentary Papyri, P.Prag. Varcl 2 14
Not analysed yet
Αὐρήλιος Μάξιμος διαστολεὺς διʼ ἐμοῦ Αὐνῆ βοηθοῦ παρέλαβον παρὰ σοῦ Ἡρωνίνου φροντιστοῦ Θεαδελφίας οἴνου ὀξυρυγχίτια ρμβ καὶ Παλᾷ φροντιστῇ ὀξυρυγχίτια π. ἔτους ιγ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Θὼθ λ. ὁμοίως Φαῶφι ιδ διὰ καμήλων ἀνεσπάσθη ἐπὶ τῆς πόλεως οἴνου ὀξυρυγχίτια ἑκατὸν δύο, γίνεται ρβ ,δίχωρα τεσσεράκοντα, γίνεται δίχωρα μ. ὁμοίως ιϛ διὰ καμήλων τοῦ εὐσχήμονος οἴνου ὀξυρυγχίτια ἑκατὸν δεκατέσσερα, γίνεται ριδ, δίχωρα ἕξ, γίνεται ϛ. ὁμοίως ιη διὰ καμήλων τοῦ εὐσχήμονος οἴνου ὀξυρυγχίτια ἑβδομήκοντα τρία δίχωρα εἴκοσι ἕξ, γίνεται ὀξυρυγχίτια ογ, δίχωρα κϛ. ὁμοίως κα οἴνου ὀξυρυγχίτια μβ, δίχωρα λδ. ὁμοίως κγ διὰ καμήλων τοῦ εὐσχήμονος οἴνου δίχωρα κϛ ὀξυρυγχίτια μϛ, μονόχωρα ιδ, καὶ ἀπὸ λόγου Μαξίμου Ἰσιδώρῳ οἴνου δίχωρα πεντήκοντα, μονόχωρα πεντήκοντα, γίνεται δίχωρα ν, μονόχωρα ν. ὁμοίως κθ οἴνου ὀξυρυγχίτια ἑκατόν, δίχωρα ἕξ, γίνεται ὀξυρυγχίτια ρ, δίχωρα ϛ. ὁμοίως κη ὀξυρυγχίτια πβ, μονόχωρον α, γίνεται πβ, μονόχωρον α. γείνονται ἐπὶ τὸ αὐτὸ τῶν ἀνασπασθέντων ἐπὶ τῆς πόλεως οἴνου ἁπλᾶ μονόχωρα χίλια πεντακόσια τέσσερα ἥμισυ, γίνεται Αφδ 𐅵. ὁμοίως λ διὰ καμήλων οἴνου δίχωρα ἑκατὸν ὀκτώ, γίνεται δίχωρα ρη. ὁμοίως Ἁθὺρ β οἴνου δίχωρα ἑξήκοντα δύο γίνεται δίχωρα ξβ.