Ancient Greek
P.Prag. Varcl 1 15
Documentary Papyri, P.Prag. Varcl 2 15
Not analysed yet
παρὰ Ἀλυπίου. Ἀρσίνοον τὸν μαγδωλοφύλακα τῆς Καλαμείνης εὐθέως λαβών μου τὰ γράμματα ἀπόστειλον πρός με, ἐπεὶ ἀναγκαίως αὐτὸν χρῄζω, προσζεύξας αὐτῷ καὶ παιδάριον τῶν παρὰ σοί. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους …Μεχεὶρ η. Ἡρωνείνῳ φροντιστῇ Θρασώ.