Ancient Greek
P.Prag. Varcl 2 38
Documentary Papyri, P.Prag. Varcl NS 38
Not analysed yet
Παλᾶς Ἡρωνίνῳ τῷ ἀδελφῷ χαίρειν. καλῶς ποιήσεις, ἄδελφε, δύο ἁπλᾶ μονόχωρα οἴνου διαπεμψάμενός μοι διὰ τοῦ ἀναδιδόντι σοι τὰ γράμματα κομισάμενος παρʼ αὐτοῦ εἰς τὴν τιμὴν αὐτῶν δραχμὰς κ. ἀλλὰ σόν ἐστιν καλλονὴν πέμψαι, ἐπεὶ ἀναγκαῖος φίλος ἐπεδήμησέν μοι. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. σημείου χάριν, ὅτι συνεζήτεις προσγραφίαν κο… χάριν