Ancient Greek
P.Prag. Varcl 2 39
Documentary Papyri, P.Prag. Varcl NS 39
Not analysed yet
Σύρος Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. ὁ πατὴρ ἑνὸς τῶν παρὰ σοὶ φυλάκων προσῆλθέν μοι καὶ αὐτῶν πληθέντων διά τινα ἀφορμὴν ην…αι τάχα καὶ σὺ ἐναργῶς καὶ διὰ τοῦτο ἀλόγως αὐτοὺς ἀποστάντας. προέτρεψα μὲν οὖν τὸν πατέρα τοῦ ἑνὸς αὐτῶν κατελθεῖν μετʼ αὐτῶν πρὸς σέ, ἵνα καὶ σὺν σοὶ ἐπιθεωρήσῃ τὰ κτημάτια αὐτῶν καὶ πο…τι καὶ ἐν αὐτοῖς τὸ ἀδίκημα ἔνι, ἵνʼ οὕτως μοι δηλώσῃς. ἐὰν δὲ ὦσι παρὰ σοί, ἔστʼ ἂν τρύγη ὑπάρχει, ὡς ἐὰν δοκιμάσῃς ἐὰν βουλεύσῃς …τοις καὶ …α… αὐτοὺς …αὖθις περι…νεπελ …νου…ατοις. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. Ἐπεὶφ γ