Ancient Greek
P.Prag. Varcl 2 50
Documentary Papyri, P.Prag. Varcl NS 50
Not analysed yet
Σύρος Εἰρηναίῳ τῷ φιλτάτῳ χαίρειν. ὁ κύριός μου Ἀλύπις ἐκέλευσεν κτῆνας θ ἐκ τῆς Εὐημερίας καὶ τῆς Θεαδελφίας ἐξελθεῖν εἰς Μέμφιν. ἀνακοινώθητι οὖν Ἡρωνείνῳ καὶ …εσυ…ω καὶ κοινῶς …ψαν…ω τάχιον ἀποστείλατε αὐτούς. τὸ δὲ παρὰ σοὶ ταυρικόν, ἐὰν τέκτονες χρείαν ἔχωσιν, παράσχες αὐτοῖς. δύο ἀρτάβας ἄρτων ἐξαυτῆς ἀπόστειλον εἰς τὴν πόλιν τῷ εὐσχήμονι, ἀλλὰ καλὰ ποίησον. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. γ ἔτους Τῦβι ιζ.