Ancient Greek
P.Prag. Varcl 2 51
Documentary Papyri, P.Prag. Varcl NS 51
Not analysed yet
Σιλβανοὶ Ὡρείωνι φροντιστῇ Διονυσιάδος τῷ φιλτάτῳ χαίρειν. ἐπεστάλκαμέν σοι ἀναπέμψαι τὰ παρὰ σοὶ κτήνη, ἵνα κατακομίσῃ φορὰν οἴνου Ἀκᾷ τῷ οἰνοπώλῃ. ἐπεὶ οὖν ἐπέμφθη εἰς Θεαδέλφιαν, ἐκεῖ αὐτὰ ἀπόστειλον πρὸς τὴν μίαν φορὰν καὶ παραδοθήτω τῷ Ἀκᾷ καὶ ἂν νῦν. δήλωσον ἡμῖν, πόσα κοῦφα συνέλεξας καὶ πόσου, πλειστάκις ἡμῶν γραψάντων περὶ τούτου. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους γ Ἐπὶφ κθ