Ancient Greek
P. Princ. 2 32
Documentary Papyri, P. Princ. 2 32
Not analysed yet
Ἡρᾶς Ἡρᾶτος τοῦ Ἡρᾶτος μητρὸς Θαήσιος τῆς Ὥρου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Παᾶτι …α…νιος τοῦ Ὥρου μητρὸς Σινθοώνιος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ρ, γίνονται δραχμαὶ ρ, καὶ μεμετρῆσθαι ἐξ οἴκου πυροῦ ἀρτάβας β, γίνονται πυροῦ ἀρτάβαι β, κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται, ἃς καὶ ἀποδώσω ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος τρίτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ …