Ancient Greek
P. Princ. 2 33
Documentary Papyri, P. Princ. 2 33
Not analysed yet
Φᾶσις Χαιρήμωνος Πετερμούθῳ ἀδελφῷ χαίρειν. ἔσχον παρὰ σοῦ ἐν χρήσει ὥστε εἰς ἀρταβίαν οὗ γεωργῶ οἴκου, ἀκολούθως ᾗ ἔσχηκα διαστολῇ παρὰ Καλοκαίρου, ἣν καὶ ἀνέδωκα σοί, πυροῦ μέτρῳ δρόμῳ ἀρτάβας ἑκατὸν τριάκοντα μίαν, γίνονται πυροῦ ἀρτάβαι ρλα, ἃς καὶ ἀποδώσω σοὶ ἅμα τῇ σακκηγείᾳ …χ… ἐν τῷ …ἀνυπερθέτως. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου ιδ.