Ancient Greek
P. Princ. 2 34
Documentary Papyri, P. Princ. 2 34
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ ιε, ἐν Θεαδελφείαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ὧρος ἀπάτωρ μητρὸς Ἀΰγχεως ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Ἐκῦσι Πανεσνέως ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ πάντα ὅσα ποτὲ ὤφειλεν ὁ Ἐκῦσις τῷ Ὥρωι κατʼ ἐγγράπτους ἀσφαλείας καὶ μηδὲν τὸν Ὧρον μηδὲ τοὺς παρʼ αὐτοῦ ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν τῷ Ἐκῦσι μηδὲ τοῖς παρʼ αὐτοῦ ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας. Ὧρος ἀπάτωρ μητρὸς Ἀΰγχεως ἀπέχω παρὰ τοῦ Ἐκύσεως πάντα ὅσα ποτὲ ὤφειλεν …