Ancient Greek
P. Princ. 2 97
Documentary Papyri, P. Princ. 2 97
Not analysed yet
Ὡρίων …π…οι… ἀδελφῷ χαίρειν. τῶν χοίρων ἀνενεχθέντων ὑπὸ τῶν γεωργῶν καὶ ἀμπελουργῶν τοῦ ἐποικίου, φρόντισον λαβών μου τὰ γράμματα ἔκδος ἄποχα γράμματα τοῖς ἑξῆς ἵνα ἐπὶ τῶν λόγων σου λημματίσῃς. εἰσὶ δὲ ἐπὶ μὲν τοῦ διελθόντος κ ἔτους ι ἔτους β ἔτους Μόσχου ϛ ἀρουρῶν ὑδροφυλακίας χοῖρος α, νεοφύτου ἀμπελῶνος χοῖρος α, Εὔφρονος ὑπὲρ μυλαίου χοῖρος α, γ ἀρουρῶν ὑδροφυλακίας καὶ ἀμπελῶνος χοῖροι β, καὶ ἐπὶ τοῦ ἐνεστῶτος κα ἔτους ια ἔτους γ ἔτους Μόσχου ϛ ἀρουρῶν ὑδροφυλακίας χοῖρος α ἀμπελῶνος χοῖροι β, Ἑλένου ϛ ἀρουρῶν ὑδροφυλακίας χοῖρος α, ἀμπελῶνος χοῖρος α, μυλαίου …χοῖροι β, γ ἀρουρῶν ὑδροφυλακίας χοῖρος α, ζ ἀρουρῶν ὑδροφυλακίας χοῖροι β, Παυαν πωμαρίου χοῖρος α, Τιμοθέου ὑπὲρ μυλαίου ιε ἔτους ἰνδικτίονος χοῖρος α, νεοφύτου ἑκτολογουμένου …ἀμπελῶνος χοῖρος α. πλήρωσον δὲ τὰ δημόσια τῆς σῆς προστασίας. ἐρρῶσθαί σε εὔχομαι. …