Ancient Greek
P. Princ. 2 98
Documentary Papyri, P. Princ. 2 98
Not analysed yet
κυρίῳ μου πατρὶ Εὐλογίῳ Θεόδουλος χαίρειν. καὶ ἄλλοτε ὅτε ἀνῆλθον πρὸς σὲ μετὰ τοῦ ἀδελφοῦ μου Νίκωνος χάριν Εὐανθείας καὶ χάριν τῶν στιππίων ὧν χρεωστεῖς μοι οὕτως οὖν καθὼς ἠξίωσάς με τότε τοῦ συγχωρῆσαί μέ σοι πρὸς ὀλίγας ἡμέρας ἄχρις οὗ ἀπαντήσῃς μετὰ τῶν στιππίων. ἐθαύμασά σε οὖν ἰδοὺ δύο μῆνες σήμερον οὐδὲν δέδωκάς μοι, οἶδας γὰρ ὅτι οὐκ ἔστιν ἐμὰ ἀλλὰ δεσποτικά ἐστιν. ἠξίωσα οὖν τὸν ἀδελφὸν Καλόκαιρον καὶ Πανίσκον ἵνα αὐτοῖς αὐτὰ παράσχῃς. ἐρρῶσθαί σε εὔχομαι παμπόλλοις χρόνοις. ἢ τὴν τιμὴν αὐτῶν.