Ancient Greek
P. Princ. 3 145
Documentary Papyri, P. Princ. 3 145
Not analysed yet
…ἅπερ ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ὁμολογοῦμεν διδόναι τῇ σῇ θαυμασιότητι ἐν τῷ Φαρμοῦθι μηνὶ τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἡνίκα δεχόμεθα ἀρραβῶνας τῶν ἡμῶν μισθῶν τῆς πέντε καὶ δεκάτης ἐπινεμήσεως ἀνυπερθέτως κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφέν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν Αὐρήλιος Γεώργιος ἀρχισταβλίτης υἱὸς Βίκτωρος καὶ ἡ τούτου γαμετὴ Εὐφημία θυγατὴρ Ἀνοῦπ οἱ προγεγραμμένοι πεποιήμεθα τοῦτο τὸ γραμματεῖον τῶν τεσσάρων νομισμάτων ὡς πρόκειται Ἰωάννης υἱὸς τοῦ μακαρίου Ἰσὰκ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων