Ancient Greek
P. Princ. 3 149
Documentary Papyri, P. Princ. 3 149
Not analysed yet
παρὰ …ς Δείου Πασίωνος ἀγορανομήσαντος τῆς Ἀρσινοειτῶν πόλεως …ι τῶι καὶ Δείῳ καὶ Φιλοξένῳ τῷ καὶ Διονυσίῳ Διοσκόρου τοῦ καὶ …ανου Πασίωνος ἀρχιερατεύσαντος ἀμφοτέροις τῆς αὐτῆς πόλεως. ὁμολογῶ κατὰ τόδε τὸ χειρόγραφον πεπρακέναι ὑμῖν τὰς ὑπαρχούσας μοι περὶ κώμην Βακχιάδα ἐν τῷ τόπῳ Ποῦατβ λεγομένῳ ἐν μιᾷ σφραγῖδι ἀρούρας πέντε ἢ ὅσαι ἐὰν ὦσι τιμῆς τῆς συμπεφωνημένης ἀργυρίου δραχμῶν διακοσίων γίνονται δραχμαὶ σ ὧν γείτονες καθὼς ἐκ συμφώνου ὑπηγορεύσαμεν ἐκ τετραγώνου σπειρομένας καὶ αὐτόθι ἀπεσχηκέναι ἐκ πλήρους τὴν τιμὴν. βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου τὸ δὲ χειρόγραφον ἰδιόγραφον ὑμῖν ἐξεδόμην χωρὶς ἀλείφαδος καὶ ἐπιγραφῆς δισσὸν γραφέν. κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον ἔτους …καὶ δεκάτου Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Φαῶφι ιη.