Ancient Greek
2nded.1.1 to 2nded.2.44
Documentary Papyri, P. Princ. Roll p. 2nded.1.1-2nded.2.44
Not analysed yet
αὐρήλιοι Θεονῖνος καὶ Σουχάμμων καὶ οἱ κοινωνοὶ ἀμφότεροι σιτολόγοι κώμης Φιλαδελφίας καὶ μέρους Τάνεως ἐμετρήθημεν καὶ παρελάβαμεν ἐν θησαυρῷ κώμης Φιλαδελφίας ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίωνος ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους πυροῦ σὺν δεκάταις ἀρτάβας ἑβδομήκοντα πέντε ἥμισυ, γίνονται ἀρτάβαι οε 𐅵καὶ κριθῆς ἀναμείψεως τοῦ αὐτοῦ ἔτους ἀρτάβας ἑβδομήκοντα μίαν ἥμισυ, γίνονται κριθῆς ἀρτάβαι οα 𐅵. Ἀλύπιος σεσημείωμαι ὑπὲρ αὐτῶν. ἔτους αθ καὶ ζ καὶ ε καὶ γ ,Μεσορὴ κε. Αὐρήλιος Ἀσῆπ ὀνηλάτης δημοσίων κτηνῶν Αὐρηλίῳ Ἁρποκρατίωνι χαίρειν· ἔσχον παρὰ σοῦ εἰς λόγον τιμὴν κτηνῶν δημοσίων ὑπὲρ ιη ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους καὶ ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους ἐπὶ λόγου ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας, γίνονται τάλαντον α δραχμαὶ Γ. Αὐρήλιος Ἀλύπιος σεσημείωμαι ὑπὲρ Ἀσῆπ ἀγραμμάτου. ἔτους η καὶ ϛ καὶ δ ,Φαμενὼθ η. καὶ ὁμοίως Φαρμοῦθι κ εἰς τὸν αὐτὸν λόγον ἄλλας δραχμὰς τετρακισχιλίας, γίνονται δραχμαὶ Δ. Ἀλύπιος σεσημείωμαι ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυΐου Οὐαλερίου Κωνσταντίνου καὶ Λικιννιανοῦ Λικιννίου Σεβαστῶν τὸ β, Παχὼν κζ. Διέγραψεν Ἁρποκρατίων οὐετρανὸς εἰς λόγον ἀποτρίπτων κτηνῶν δημοσίων καταγωγῆς ὑπὲρ ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους κώμης Φιλαδελφίας ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἑπτακοσίας, γίνονται τάλαντον α δραχμαὶ ψ. …ων βουλευτὴς σεσημείωμαι. Αὐρήλιος Νειλάμμων βουλευτὴς σεσημείωμαι. …καὶ διʼ ἐμοῦ Διοσκορίωνος βουλευτοῦ ἀπαιτητοῦ κοινωνοῦ διέγραψεν ὁ αὐτὸς εἰς λόγον τῶν αὐτῶν ἀποτρίπτων τὰ λοιπὰ τῶν ἀργυρίων τιμῆς ἀπὸ κα ἔτους ἀνὰ χεῖρα πλήρης ἀργυρίου τάλαντα δύο, γίνεται τάλαντα β. Αὐρήλιος Διόσκορος βουλευτὴς σεσημείωμαι Αὐρήλιοι Ἡραίσκος καὶ Οὐενᾶφρις καὶ οἱ κοινωνοὶ ἀμφότεροι σιτολόγοι κώμης Φιλαδελφίας καὶ μέρους Τάνεως μεμετρήμεθακαὶ παρελάβαμεν ἐν θησαυρῷ κώμης Φιλαδελφίας μέτρῳ μοδίου ὑπὲρ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους καὶ β ἔτους ὀνόματος Θάειδος Σάρβα διʼ Ἁρποκρατίωνος πυροῦ σὺν δεκάταις ἀρτάβας ἐνενήκοντα τρεῖς ἥμισυ, γίνονται ἀρτάβαι ϙγ 𐅵καὶ κριθῆς ἀναμείψεως τοῦ αὐτοῦ ἔτους ἀρτάβας πεντήκοντα τρεῖς τρίτον, γίνονται ἀρτάβαι νγ γ.