Ancient Greek
2nded.2.45 to 2nded.3.81
Documentary Papyri, P. Princ. Roll p. 2nded.2.45-2nded.3.81
Not analysed yet
Αὐρήλιος Ἀλύπιος σεσημείωμαι ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἔτους η καὶ ϛ καὶ δ καὶ β ,Παῦνι κγ. Αὐρήλιοι Ἀριανὸς καὶ Ἀπόλλων καὶ Πόσις καὶ Ἀιῶν κώμαρχοι καὶ κεφαλαιωταὶ κτηνῶν δημοσίων καταγωγῆς Αὐρηλίῳ Ἁρποκρατίωνι χαίρειν· ἔσχομεν παρὰ σοῦ εἰς λόγον τῶν αὐτῶν κτηνῶν ὑπὲρ θ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους τιμῆς ἀργυρίου τάλαντα δύο, γίνεται τάλαντα β. Ἀλύπιος σεσημείωμαι ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν τὸ β. Αὐρήλιος Διέκων ὀνηλάτης δημοσίων κτηνῶν διὰ Χαβωνίου κεφαλαιώτου Αὐρηλίῳ Ἁρποκρατίωνι χαίρειν· ἔσχον παρὰ σοῦ ὑπὲρ τῶν ἀποτρίπτων κτηνῶν δημοσίων ὑπὲρ γενήματος τοῦ η ἔτους καὶ ϛ ἔτους, ὅ ἐστιν κβ ἔτος, ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας, γίνονται τάλαντον α δραχμαὶ Β. Ἀλύπιος σεσημείωμαι. ἔτους η καὶ ϛ ,Ἐπὶφ ιϛ. καὶ ὁμοίως Μεσορὴ κζ ἔσχον ὁ αὐτὸς Διέκων ὀνηλάτης ὑπὲρ τῶν αὐτῶν κτηνῶν ἀργυρίου δραχμὰς τρισχιλίας πεντακοσίας, γίνονται δραχμαὶ Γφ. Ἀλύπιος σεσημείωμαι ὑπὲρ αὐτοῦ. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Μαξιμίνου καὶ Κωνσταντίνου Σεβαστῶν τὸ γ, Παῦνι κγ. διέγραψεν Θάεις Σάρβα διʼ Ἁρποκρατίωνος ὑπὲρ διατυπώσεως ὀγδόου ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους Φιλαδελφίας τάλαντον ἓν καὶ δραχμὰς χιλίας ἑπτακοσίας ἑξήκοντα, γίνονται τάλαντον α δραχμαὶ Αψξ, Τάνεως Φιλαδελφίας δραχμὰς τετρακισχιλίας ἑκατὸν εἴκοσι, γίνονται δραχμαὶ Δρκ, καὶ ὑπὲρ πριμιπίλου τοῦ εὐτυχῶς εἰσιόντος ι ἔτους καὶ η ἔτους, ὅ ἐστιν κβ ἔτος Φιλαδελφίας δραχμὰς τρισχιλίας τρικοσίας εἴκοσι τέσσαρες, γίνονται δραχμαὶ Γτκδ, Τάνεως Φιλαδελφίας δραχμὰς χιλίας τριακοσίας τριάκοντα δύο, γίνονται δραχμαὶ Ατλβ. ὑπατείας Ρ̓ουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Μεσορὴ η. Θάεις Σάρβα διʼ Ἁρποκρατίωνος β πάγου κριθῆς ιη ἔτους δραχμὰς τετρακισχιλίας ἑκατὸν τεσσεράκοντα ὀκτὼ δραχμαὶ Δρμη, σίτου ιθ ἔτους δραχμὰς πεντακισχιλίας ἑκατὸν πεντήκοντα δύο δραχμαὶ Ερνβ, κριθῆς κ ἔτους δραχμὰς τριακοσίας, δραχμαὶ τ, κριθῆς κα ἔτους τάλαντα πέντε καὶ δραχμὰς δισχιλίας διακοσίας, γίνονται τάλαντα ε δραχμαὶ Βσ, ἀχύρου ιθ ἔτους τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ὀκτακοσίας ἑξήκοντα τέσσαρες, γίνονται τάλαντον α δραχμαὶ Γωξδ, ἀχύρου κ ἔτους τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ὀκτακοσίας ἑξήκοντα τέσσαρες, γίνονται τάλαντον α δραχμαὶ Γωξδ, ἀχύρου κα ἔτους τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ὀκτακοσίας ἑξήκοντα τέσσαρες, γίνονται τάλαντον α δραχμαὶ Γωξδ·