Ancient Greek
2nded.5.124 to 2nded.8.171
Documentary Papyri, P. Princ. Roll p. 2nded.5.124-2nded.8.171
Not analysed yet
καὶ ὑπὲρ πριμιπίλου ε ἰνδικτίονος δραχμὰς πεντακισχιλίας, γίνονται δραχμαὶ Ε, καὶ ὑπὲρ ἀσβέστου δραχμὰς ὀκτακοσίας, δραχμαὶ ω. καὶ Μεσορὴ ιε διέγραψεν Ἁρποκρατίων καὶ ὀνόματος Θάειδος γυναικὸς ναύλου εἰδῶν κγ ἰνδικτίονος …δραχμὰς πεντακισχιλίας, γίνονται δραχμαὶ Ε. Αὐρήλιοι Πτολεμαῖος καὶ Ἄριος καὶ Παπῖρις καὶ οἱ κοινωνοὶ σιτολόγοι κώμης Φιλαδελφίας καὶ μέρους Τάνεως μεμετρήμεθα καὶ παρελάβαμεν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης μέτρου μοδίου ξυστῷ ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίωνος ὑπὲρ γενήματος γ ἰνδικτίωνος πυροῦ σὺν δεκάταις ἀρτάβας πεντήκοντα τέσσαρες σὺν ταῖς Οὐενάφρεως καὶ κριθῆς ὁμοίως τοῦ αὐτοῦ ἔτους ἀρτάβας τριάκοντα δύο τρίτον, γίνονται ἀρτάβαι λβ γ. Ἀλύπιος σεσημείωμαι. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ, Μεσορὴ γ. Αὐρήλιοι Οὐενᾶφρις καὶ Ἰούλιος καὶ Παμοῦτις καὶ Πανεσνηοῦς καὶ Ἀκᾶς ἀμφότεροι σιτολόγοι κώμης Φιλαδελφίας Αὐρηλίῳ Ἁρποκρατίωνι χαίρειν· ἐμέτρησας ἡμῖν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης ὑπὲρ γενήματος δ ἰνδικτίωνος ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίωνος πυροῦ σὺν δεκάταις ἀρτάβας πεντήκοντα τρεῖς, γίνονται ἀρτάβαι νγ, καὶ κριθῆς ὁμοίως ἀναμείψεως τοῦ αὐτοῦ ἔτους ἀρτάβας τριάκοντα τρεῖς, γίνονται ἀρτάβαι λγ. Ἀλύπιος σεσημείωμαι ὑπατείας Καικιννίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεσορὴ η. …γ ἰνδικτίωνος Πᾶσι κεφαλαιωτῇ κτηνῶν δημοσίων ἐδαπανήθη αὐτῷ διʼ Ἀσόει… Δφ καὶ διὰ Πᾶσι κεφαλαιωτοῦ ἄλλας Αφ Παησίου κεφαλαιωτοῦ διὰ Γούνθου κωμάρχου σίτου ἀρτάβην α, Γ. διὰ τοῦ αὐτοῦ Γούνθου ἄλλας Αφ. Θὼθ η ἄλλας δραχμὰς διʼ Ἀσόει Δφ. Πᾶσι κεφαλαιωτῇ ὑπὲρ γ ἰνδικτίωνος Θὼθ ϛ ἄλλας δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. η ἄλλας χιλίας καὶ …ας, γίνονται δραχμαὶ Β. Παεπις καὶ Α…ο…ι… οικ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ, Φαῶφι ιγ. διέγραψεν Ἁρποκρατίων ὀνόματος Θάειδος Σάρβα κώμης Φιλαδελφίας καὶ μέρους Τάνεως τιμῆς πυροῦ κγ ἰνδικτίονος τάλαντα δεκαεπτά, γίνεται τάλαντα ιζ. καὶ Ἁθὺρ α διέγραψεν ὁ αὐτὸς τιμῆς κριθῆς τῆς τρίτης ἰνδικτίωνος β πάγου τάλαντα πέντε, γίνεται τάλαντα ε.