Ancient Greek
2nded.8.172 to 2nded.10.217
Documentary Papyri, P. Princ. Roll p. 2nded.8.172-2nded.10.217
Not analysed yet
Αὐρήλιοι Πλουτίων καὶ Ἀβόεις καὶ Ἀλοῦθις καὶ Μίος καὶ Πόσις ἀμφότεροι σιτολόγοι κώμης Φιλαδελφίας μεμετρήμεθα καὶ παρελάβαμεν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης μέτρου μοδίου ὑπὲρ γενήματος ε ἰνδικτίωνος, ὅ ἐστιν κε, ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίωνος πυροῦ καθαροῦ ἀρτάβας πεντήκοντα τέσσαρες, γίνονται ἀρτάβαι νδ καὶ κριθῆς ὁμοίως τοῦ αὐτοῦ ἔτους ἀρτάβας τριάκοντα τέσσαρες τρίτον δωδέκατον, γίνονται ἀρτάβαι λδ γ ιβ. Ἀλύπιος σεσημείωμαι. ὑπατείας Ὀουνίου Γαλλικανοῦ καὶ Σεωνίου Βάσσου τῶν λαμπροτάτων, Ἐπὶφ η. ὑπατείας Καικιννίου Σαβείνου καὶ Οὐβετίου Ῥουφίνου τῶν λαμπροτάτων Τῦβι κϛ. διέγραψεν Ἁρποκρατίων ὀνόματος Θάειδος εἰς λόγον πλοίων θαλασσίων β πάγου τάλαντα τρία καὶ δηνάρια πεντακοσία, γίνεται τάλαντα γ δηνάρια φ. καὶ Φαρμοῦθι κ διέγραψεν Ἁρποκρατίων οὐετρανὸς ὀνόματος Θάειδος Σάρβα σίτου κ ἰνδικτίονος δηνάρια ἑκατὸν ἐνενήκοντα τρία, δηνάρια ρϙγ, κριθῆς κ τάλαντα δύο καὶ δηνάρια πεντήκοντα, γίνεται τάλαντα β δηνάρια ν. καὶ κ δηνάρια ἐνακόσια ἐνενήκοντα, γίνεται δηνάρια ϡϙ ἀχύρου κγ δηνάρια ἐνακόσια ἐνενήκοντα δύο . Αὐρήλιοι Γοῦνθος καὶ Ἀσόεις καὶ …αειλου καὶ …οῦφις καὶ Ἀβόεις ἀμφότεροι σιτολόγοι κώμης Φιλαδελφίας μεμετρήμεθα καὶ παρελάβαμεν ἐν θησαυρῷ κώμης Φιλαδελφίας ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίων ὑπὲρ γενήματος ϛ ἰνδικτίωνος, ὅ ἐστιν κϛ, πυροῦ σὺν δεκάταις ἀρτάβας πεντήκοντα τέσσαρες καὶ κριθῆς ὁμοίως τοῦ αὐτοῦ ἔτους ἀρτάβας τριάκοντα τρεῖς, γίνονται ἀρτάβαι λγ, καὶ τὸ δηνάριον τοῦ μοδίου. Ἀλύπιος σεσημείωμαι ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Μεσορὴ κ. Αὐρήλιοι Ἀτίων καὶ Λογγῖνος καὶ Πτολεμαῖος καὶ Ἰούλιος καὶ Παῆσις ἀμφότεροι σιτολόγοι Φιλαδελφίας καὶ μέρους Τάνεως μεμετρήμεθα καὶ παρελάβαμεν ἐν θησαυρῷ κώμης Φιλαδελφίας ὑπὲρ γενήματος ζ ἰνδικτίωνος ὀνόματος Θάειδος Σάρβα καὶ Ἁρποκρατίωνος πυροῦ σὺν δεκάταις ἀρτάβας καὶ διὰ Οὐενάφρεως πεντήκοντα τέσσαρες, γίνονται ἀρτάβαι νδ καὶ κριθῆς ὁμοίως τοῦ αὐτοῦ ἔτους τῆς ζ ἰνδικτίονος ἀρτάβας σὺν ταῖς Οὐενάφρεως τριάκοντα τρεῖς ,γίνονται ἀρτάβαι λγ.