Ancient Greek
P.Rain.Cent. 125
Documentary Papyri, P.Rain.Cent. 125
Not analysed yet
Φλαουίῳ Στρατηγίῳ τῷ ἐνδοξοτάτῳ τῆς ἁγίας ἐκκλησίας Μέμφεως ἐν κυρίῳ χαίρειν. εὐαγγελίζομαι καὶ νῦν τῇ ὑμετέρᾳ ἐνδοξότητι τὸν εὐλογημένον γονιμώτατον τῆς Αἰγύπτου ποταμὸν προσβεβηκέναι τῇ δυνάμει τοῦ Χριστοῦ. ἀπὸ κγ τοῦ Μεσορὴ μηνὸς ἕως κϛ τοῦ αὐτοῦ ἀνέβη δακτύλους κη ὡς εἶναι νέου ὕδατος πήχεις ι δάκτυλοι ιϛ καὶ οἱ τοῦ ἐνθέματος πήχεις δ δάκτυλοι ιβ ὁμοῦ σὺν τοῖς ἐν ἐνθέμασιν πήχεις ιε. πέρυσι δὲ ταῖς αὐταῖς ἡμέραις ἀνέβη δακτύλους η ὡς εἶναι νέου ὕδατος πήχεις θ δάκτυλος α ὄντων ἐν ἐνθέμασιν πήχεων γ δακτύλων ιβ ὁμοῦ σὺν τοῖς ἐν ἐνθέμασιν πήχεις ιβ δάκτυλοι ιγ. καὶ πρὸς τὸ εἰδέναι τὴν ὑμέτεραν ἐνδοξότητα ἀναφέρω τὰ πάντα ἐνδοξότατε. ἐρρῶσθαι ἐν κυρίῳ ἐνδοξότατε. ἡ αὐτὴ ὑπατεία Μεσορὴ κϛ ἰνδικτίονος θ. οὕτως τὸ καθʼ ἡμέραν κγ ἀνέβη δακτύλους ζ κδ ἀνέβη δακτύλους ζ κε ἀνέβη δακτύλους ζ κϛ ἀνέβη δακτύλους ζ ὁμοῦ γίνονται δάκτυλοι κη πήχεις ιε Στρατηγίῳ τῷ ἐνδοξοτάτῳ.