Ancient Greek
P.Rain.Cent. 126
Documentary Papyri, P.Rain.Cent. 126
Not analysed yet
παρὰ ὁ θεοφιλέστατος ἐπίσκοπος ἄπα Τιμόθεος ᾔτησεν σύμμαχον, ὥστε ἐαθῆναι εἰς τὸ κτῆμα τῆς ἁγιωτάτης ἐκκλησίας ἐν τοῖς ἐπʼ αὐτῷ χωρίοις παραμυθούμενον παρʼ αὐτοῦ πρὸς τὸ μὴ συγχωρῆσαί τινα πάλιν τῶν πέριξ ἐπηρεᾶσαι τοῖς χωρίοις αὐτοῦ, ἀλλὰ μήτε πάλιν ἁψιμαχείαν γενέσθαι μεταξὺ τῶν ὑφʼ ἡμᾶς καὶ τῶν τοῦ αὐτοῦ κτήματος τῆς ἁγιωτάτης ἐκκλησίας. καὶ ἐπειδὴ πολλὰ χρεωστοῦμεν τῷ αὐτοῦ ἀγγέλῳ, καταξιώσῃ ἡ σὴ ἀδελφότης ἐπιλέξασθαι ἕνα φρόνιμον ἐκ τῶν μικρῶν βοηθειῶν ἡμῶν τοῦ λογιστηρίου καὶ πέμψαι μοι ἐνταῦθα ἵνα παραγγείλω αὐτῷ καὶ παραδώσω τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ. ἐπίδος τῷ τὰ πάντα προσφιλεστάτῳ καὶ ἐνδιαθέτῳ ἀδελφῷ Νεμεσιανῷ παρὰ Φλαβιανοῦ σχολαστικοῦ.