Ancient Greek
P.Rain.Cent. 51
Documentary Papyri, P.Rain.Cent. 51
Not analysed yet
Ἀπολλωνίωι συγγενεῖ καὶ στρατηγῶι παρὰ τῶν ἐ…δεως λινεψῶν· Ἀνομπεὺς καὶ Πεταλίων τῶν ἐκ Θερύθεως λινεψῶν, μὴ καθηκόντως εἰς Σῆστιν τὴν οὖσαν ἐν τοῖς ἰδίοις ἡμῶν τόποις μεταβεβηκότες, τὴν ἐργασίαν ἐπανείρηνται κολπιτικῶι τρόπωι καὶ τὰ ὑποκείμενα ἡμῖν βασιλικὰ καταλέλυκαν· ἐπεὶ δὲ μηδεμιᾶς συντάξεως εἰς τὴν …ἀπογραφομένης …ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ νῦν …ζομεν …των ἀνθρώπων …τερον ἐπαιτούμεθά σε αὐτόθι, ἐὰν φαίνηται, συντάξαι γράψαι Θέωνι τῶι ὑποστρατήγωι ἐξαποστεῖλαι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν ἐπιμε…η… ἡμῖν διάληψιν ἵνʼ ὦμεν βεβοηθημένοι. διευτύχει