Ancient Greek
P.Rain.Cent. 52
Documentary Papyri, P.Rain.Cent. 52
Not analysed yet
Ἀπολλωνίωι συγγενεῖ καὶ στρατηγῶι παρὰ Πτολεμαίου τοῦ Ἀμμωνίου ἡγεμόνος μαχίμων τῶν ἐξ Ὀνούφεως. Ὧρος Τοθοήους καὶ Τοθοῆς Πετιμούθου καὶ Πακ… Τεῶτος καὶ Φιμῖνις Παα…ι… καὶ Ἁρενδώτης Ὥρου τῶν ἐκ τῆς αὐτῆς ὀφείλοντές μοι ἃς ἔστησαν ἀποδοῦναι τῆι κδ τοῦ διεληλυθότος μηνὸς… …ἔτους ἀργυρίου δραχμὰς μ …γράψαι Ἑρμίαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ συμπέμψαι μοι τὸν σχεθησόμενον τῆς τούτων ἐπὶ σὲ καταστάσεως ὅπως ἐπαναγκασθῶσιν ἀποδοῦναί μοι τὰς προκειμένας τοῦ ἀργυρίου δραχμὰς μ ἵνʼ ὦ ἀντειλημμένος. εὐτύχει …ι