Ancient Greek
P.Rain.Cent. 65
Documentary Papyri, P.Rain.Cent. 65dupl
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Λυκοπολίτου παρὰ Αὐρηλίου Ἡρακλείδου Παφίβιος καὶ μετόχων πρεσβυτέρων διαδεχομένων τὴν κωμογραμματείαν Θηβαικῆς καὶ τῶν περὶ αὐτὴν τόπων· δηλοῦμεν μηδὲν εὑρεῖν ἀνῆκον σημᾶναι παρὰ τῇ τοῦ ἰδίου λόγου καὶ ἀρχιερέως ἐπιτροπῇ τοῦ ὄντος μηνὸς τοῦ ἐνεστῶτος ιγ ἔτους, μηδένα δὲ τῶν ἱερέων ἢ ἱερωμένων ἐνκαταλελοιπέναι τὰς θρησκείας. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Ἐπεὶφ λ. Αὐρήλιος Ἡρακλείδης πρεσβύτερος διαδεχόμενος κωμογραμματείαν ἐπιδέδωκα. διʼ ἐμοῦ …ἐγράφη.