Ancient Greek
P.Rain.Cent. 66
Documentary Papyri, P.Rain.Cent. 66dupl
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Λυκοπολίτου παρὰ Αὐρηλίου Ψενθαΐβιος Ἰσᾶτος καὶ μετόχων πρεσβυτέρων κώμης Πτεμω διαδεχομένων τὴν κωμογραμματείαν τῶν περὶ Πτεμω τόπων· δηλοῦμεν μηδὲν εὑρεῖν ἀνῆκον σημᾶναι παρὰ τῇ τοῦ ἰδίου λόγου καὶ ἀρχιερέως ἐπιτροπῇ τοῦ ὄντος μηνὸς τοῦ ἐνεστῶτος ιγ ἔτους, μηδένα δὲ τῶν ἱερέων ἢ ἱερωμένων τὰς θρησκείας ἐνκαταλελοιπέναι …. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Ἐπεὶφ λ. Ψενθαῖβις Ἰσᾶτος καὶ μέτοχοι πρεσβύτεροι διαδεχόμενοι τὴν κωμογραμματείαν τῶν περὶ Πτεμω τόπων ἐπιδεδώκαμεν. Αὐρήλιος Ἱέραξ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ προφέροντος γράμματα μὴ εἰδέναι