Ancient Greek
P.Rain.Cent. 67
Documentary Papyri, P.Rain.Cent. 67
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Λυκοπολίτου παρὰ Αὐρηλίου Ἁτρῆτος Πανήϋτος καὶ μετόχων πρεσβυτέρων διαδεχομένων τὴν κωμογραμματείαν τῶν περὶ Τερτεγχῶντος τόπων· δηλοῦμεν μηδὲν εὑρεῖν ἀνῆκον σημᾶναι παρὰ τῇ τοῦ ἰδίου λόγου καὶ ἀρχιερέως ἐπιτροπῇ τοῦ ὄντος μηνὸς τοῦ ἐνεστῶτος ιγ ἔτους μηδένα δὲ τῶν ἱερέων ἢ ἱερωμένων ἐνκαταλελοιπέναι τὰς θρησκείας …ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Ἐπεὶφ λ. Αὐρήλιος Ἁτρῆς Πανήϋτος καὶ μέτοχοι πρεσβύτεροι διαδεχόμενοι τὴν κωμογραμματείαν τῶν περὶ Τερτενχῶντος τόπων ἐπιδεδώκαμεν. διʼ ἐμοῦ Αὐρηλίου Ἡρακλείου ἐγράφη.