Ancient Greek
P.Rain.Cent. 75
Documentary Papyri, P.Rain.Cent. 75
Not analysed yet
ἐχρῆν μὲν τὴν σὴν ἀδελφότητα …δε… ταύτην ὑπομιμνήσκοντος μ…δε… ἐπειδὴ …αυτη πε…φυλ… ἐπιλεγομένων ἢ Κολλοῦθον ἢ Δωρν ὄντας ἐπιτηδείους εἰς τὴν τῆς πεδιάδος φυλακήν, καὶ οὐκ ἠνέσχετο οὐδένα αὐτῶν διδόναι, ὥστε καὶ τούτους εἰπεῖν ὅτι οὔτε ἡμεῖς δυνάμεθα· παρακληθήτω καὶ νῦν διδόναι αὐτοῖς ἕνα τῶν δύο ,ἵνα μὴ μείνῃ ἀφύλακτος ἡ πεδιὰς καὶ γένηται ἢ βλάβη ἢ ἕτερόν τι κακὸν καὶ πάλιν ὀχληθῶμεν καὶ διαστραφῶμεν· οἶδεν γὰρ τὰ κακὰ τῶν πραιτωρίων· ἐὰν οὖν χρείαν ἔχεις τοῦ Κολλούθου, δὸς αὐτοῖς τὸν Δωρν …τ εὐδοκιμ… Ταυρίνῳ …παρὰ Βίκτορος ἀπὸ πριγκίπων