Ancient Greek
P.Rain.Cent. 76
Documentary Papyri, P.Rain.Cent. 76
Not analysed yet
καθὼς ηὗρον σε ἐχθὲς ἐν τῷ τετραστήλῳ καὶ ἠρώτησά σε διὰ τὸ μοναχρη καὶ εἶπες ὅτι ἐν Ἑρμουπόλει ἐστὶν παρὰ τῇ μητρί μου. ἰδοὺ οὖν, ἔπεμψα τὸν παῖδά μου μετὰ τῶν πέντε κερατίων ἐν προσγράφοις· θέλησον οὖν δοθῆναι αὐτῷ τὸ αὐτὸ μοναχρη καὶ ἔασόν μοι τὸ φακιοῦλιν τὸ γυναικεῖον ἕως τοῦ ανελθω πρὸς σέ ἐπίδος Πρίσκῳ ἱματιοπράτῃ παρὰ Φοιβάμμωνος σιγγουλαρίου