Ancient Greek
P.Rain.Cent. 78
Documentary Papyri, P.Rain.Cent. 78
Not analysed yet
καταξιώσῃ ἡ ὑμετέρα λαμπρότης σὺν ταῖς ἄλλαις πάσαις εὐεργεσίαις καὶ ταύτην τὴν χάριν τελειῶσαι· ἐπειδὴ ἐποίησα τὸν ἐνδοξότατον τοποτηρητὴν αἰτῆσαι τὸν ἰλλούστριον Θεοδόσιον ἕνεκεν τούτου, καὶ ἔγραψεν τῇ ὑμετέρᾳ λαμπρότητι ἵνα γράψητε εἰς ἰδιώτας τῆς κώμης καὶ Τλήθμεως καὶ μεταφέρουσιν ἐκ τῶν καμήλων αὐτῶν τοὺς ὀλίγους καλάμους οὓς ἠγόρασα ἐγγὺς αὐτῶν ἕως τοῦ ὑμετέρου κτήματος το ολ… πάνυ διασημάνας· διὰ γὰρ τοῦτο καὶ μόνον …δεσπότῃ ἐμῷ σὺν θεῷ τὰ πάντα λαμπρότατηι καὶ εὐδοκιμωτάτῳ κυρίῳ Θεοδοσίῳ Κυριακὸς ὀπτίων τοῦ ἐνδοξοτάτου στρατηλάτου …