Ancient Greek
P.Rain.Cent. 79
Documentary Papyri, P.Rain.Cent. 79
Not analysed yet
ἀνάγκης γεναμένης γέγραφα πρὸς τὴν …ε…επι…κατελθ… καὶ καλῶς ποιήσετε μὴ κ…τελ…τες… παρακαλῶ αὐτὴν μὴ κατελθεῖν ἀλλὰ καθίσαι καὶ φροντίσαι τ…ρ…μ…τος σο… ἠθέλησεν ὁ θεὸς απ…ση…εκ…λ… πρὸς τὸν κόμιτα Ἰωαννάκιν καὶ τοῦτο …σαμ… τοῦ μὴ γενέσθαι …ουτο… τὸ δὲ χρυσίον τὸ ἀπαιτηθὲν καταξιώσατε ἀποστεῖλαί μοι ἐπειδὴ …ἐπαχθῶς φέρεταί μοι ὁ μεγαλοπρεπέστατος κόμις Παῦλος, καὶ μὴ ἀναμείνητε ἀλλʼ ὅταν κατὰ τὴν ὁδὸν ἀπαντήσῃ ὑμῖν ὁ γραμματηφόρος κατʼ αὐτῆς ὑποστρέφετε, τὸ δὲ χρύσινον πέμψητε ἐπειδὴ ὡς εἴρηται πάνυ ἀναγκάζομαι περὶ αὐτοῦ. γράψον μοι δὲ τὸ τί ἐποίησας καὶ τὸ πῶς ἡ διαγωγή σου περὶ τῶν ἐκεῖσε καὶ τὸ τί θέλεις ἵνα ποιήσω, ἢ ἀναμείνω ὧδε ἢ ἀνέλθω εὐθέως, ἐπειδὴ οὐδεμία ἀπόκρισις ἕως ἄρτι ἦλθεν περὶ τοῦ ὑπερφυεστάτου στρατηλάτου τῷ τὰ πάντα θεο… Ἰσακίῳ διακόνῳ καὶ διοικ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος