Ancient Greek
P.Rain.Cent. 80
Documentary Papyri, P.Rain.Cent. 80
Not analysed yet
χμγ ἐπειδὴ ἠγγέλη Λογγῖνος καὶ τὰ τέκνα αὐτοῦ, παρακαλῶ τὴν σὴν μεγαλοπρέπειαν ἐνδοῦναι αὐτοῖς ἕως ἂν ἐνέλθω τη…κη· οὐδὲ γὰρ πρᾶγμα ἔχει τίς ποτε πρὸς αὐτούς· εἰ δὲ πάλιν κελεύει τὸ μέγεθός σου, ἐξουσίαν ἔχεις· μὴ ἀποτύχω οὖν τῆς παρακλήσεως, δέσποτα, ἐπειδὴ χρείαν αὐτῶν ἔχω παντὶ καιρῷ εἰς τὰ κατὰ τὴν κώμην ἡμῶν· ἀσπάζομαι δὲ τὸ σὸν μέγεθος, κύριέ μου ἐπίδος τῷ δεσπότῃ μου τῷ μεγαλοπρεπεστάτῳ καὶ περιβλέπτῳ κόμετι Σερήνῳ παρὰ Μούνιος ἐλαχίστου πρεσβυτέρου