Ancient Greek
P.Rein. 1 57
Documentary Papyri, P.Rein. 1 57
Not analysed yet
Ἀκύλας Ἑρμῆτι καὶ Καπρέᾳ βοηθοῖς Ὀλυμπιοδώρου τοῦ πατρός μου χαίρειν. γράμματα ἀπέστειλεν πρὸς ὑμᾶς ὁ κύριός μου ὁ πατὴρ Ὀλυμπιόδωρος τὰ κελεύοντα μὴ ἐνοχλεῖσθαι Λώιον τὸν ἡμέτερον ἐμβολῆς ἕνεκεν τῶν ναυβίων τῆς κεφαλῆς αὐτοῦ καὶ τῶν αὐτοῦ. εἰ τοίνυν ἐθελήσετε ἀποσχέσθαι τῆς κατὰ τούτου ἐνοχλήσεως καλῶς ἂν ποιήσετε· εἰ δὲ τῶν γραμμάτων αὐτοῦ ἀφροντιστοῦντες καταναγκάσητε αὐτὸν ἐμβαλέσθαι τὰ ναύβια αὐτοῦ, ἀπόδοτε αὐτῷ τὴν πεμφθεῖσαν ὑμῖν ἐπιστολὴν ὑπὸ τοῦ κυρίου μου πατρὸς Ὀλυμπιοδώρου ὅπως γνῶ ὅτι οὐδεμία χάρις μοι γεγένηται. ἐρρῶσθαι εὔχομαι ὑμᾶς Ἑρμῆτι ἢ Καπρέᾳ