Ancient Greek
P.Rein. 1 58
Documentary Papyri, P.Rein. 1 58
Not analysed yet
Φοιβάμμων σχολαστικὸς τῷ θαυμασιωτάτῳ Ταυρίνῳ βοηθῷ· ἐπειδὴ ἔμαθον παρὰ Ἁτρῆτος ὅτι γραμματεῖον ἐποίησεν Φοιβάμμων ὁ καὶ Πλαῆ Ἁτρῆτι τῷ κωμάρχῃ περὶ τοῦ ὁλοκοττίνου τοῦ ὀφειλομένου μοι δοθῆναι, σπούδασον πάραυτα ἀπαιτῆσαι Φοιβάμμωνα τὸν εἰρηνάρχον καὶ ἀγορᾶσαι τὸ μικρὸν βοίδιον καὶ ἀποστεῖλαι μοι ἕως τῆς Ἑρμουπόλεως εὐτύχει ἐν κυρίῳ καὶ φρόντισον τῶν δημοσίων