Ancient Greek
P.Rein. 2 92
Documentary Papyri, P.Rein. 2 92
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Ἀρκαδίου τὸ β καὶ Φλαουίου Ῥουφίνου τοῦ λαμπροτάτου Φαρμοῦθι. Φλαουΐῳ Ἀετίῳ λογιστῇ Ὀξυρυγχίτου παρʼ Αὐρηλίου Εὐλογίου δημοσίου ἰατροῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπεστάλην ὑπὸ τῆς σῆς ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Φλαουΐου Σεπτιμίου Ταύλου ῥιπαρίου Ὀξυρυγχίτου διὰ Φιλείου ἀδελφοῦ ὥστε ἐπιθεωρῆσαι Α…φον εἰρήναρχον κώμης Τήεως καὶ ἐγγράφως προσφωνῆσαι τὴν περὶ αὐτὸν διάθεσιν· ὅθεν τοῦτον ἐπεθεώρησα σῶμα νεκρὸν, …ρι…, ἄπληγον, ἄστιγον, ὀξείῳ νοσήματι περιπεσών· ἅπερ προσφωνῶ. Αὐρήλιος Εὐλόγιος ἐπιδέδωκα.