Ancient Greek
P.Rein. 2 93
Documentary Papyri, P.Rein. 2 93
Not analysed yet
ἀντίγραφον παρὰ Ἁρπαήσιος Θωνᾶτος τοῦ Ἁρπαήσιος μητρὸς Θαήσιος Θώνιος ἀπʼ Ὀξυρύγχων πόλεως ἱεροτέκτονος Ἀθηνᾶς Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων, κατὰ τὰ κελευσθέντα ὑπὸ Φουρίου Οὐικτωρείνου τοῦ κρατίστου ἡγεμόνος, ἀπογράφομαι πρὸς τὴν τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν κώμῃ Μουχινὼρ πρότερον τῆς μητρός μου Θαήσιος Θώνιος μέρη …ἀπὸ μερῶν ιγ οἰκίας καὶ αὐλῆς καὶ ἑτέρων τόπων ἐν οἷς οἰκία καὶ ψιλοὶ τόποι ἀπὸ βορρᾶ καὶ λιβὸς οὗ ἔχω μέγας παράδεισος σὺν χρηστηρίοις ……τοῖς πᾶσι κοινωνικο…