Ancient Greek
pg4.1.1 to pg4.11.3
Documentary Papyri, P.Rev. pg4.1.1-pg4.11.3
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος …τα… ἐὰν δέ τινας τῶν πεπραμένων ὠνῶν …βούληται πωλεῖν συνθε… ειν τὴν πεπραμένην ὠνὴν …ναι ἐξ… οἱ δὲ …ις τοῖς …γεγ… τῆς δὲ γινομένης προσόδου ταῖς ὠναῖς κυριεύσουσιν οἱ ἀντιγραφεῖς οἱ κατασταθέντες ὑπὸ τοῦ οἰκονόμου. ……αν ἐκ πο…ι… …α λογεύματα ……πίπτηι, ὑπα… …ον εἰς τὰς εἰς… ἡμερολεγδὸν λογισάμενοι ἐντὸς ἡμερῶν λ. ἐὰν δὲ πλείους τῶν τριάκοντα ἡμερῶν τύχωσιν ἐπιλελογευκότες, τῶν πλειόνων τὰ ἀνα… …μμ… …να… …να καὶ τὰ παρ… …κατὰ τὸν νόμον ……τῆι αὐτῆι οἰκ… …ἠγορασμεν …ἐὰν δὲ εἰς τὸ βασιλικὸν φαίνωνται ὀφείλοντες, πρὸς μέρος ὑπαρχέτω καὶ τοῖς καταδικασαμένοις ἡ πρᾶξις. διεγγύησις. …κ…των κα… οἰκονόμωι …νης ……μὴ ἐξέστω τοῖς πριαμένοις παρὰ τῶν ἐπιλογευσάντων λαβεῖν μηδὲ ἐὰν ἐντὸς τῶν τριάκοντα ἡμερῶν ἦι. ἐὰν δὲ …μεν…ν …α …ν …καὶ μαρτύρων, τὸ δὲ ἕτερον ἀσφράγιστον καὶ τὰ ὀνόματα τῶν πραγματευομένων εἰς τοὺς λόγους γραφέτωσαν πατρόθεν καὶ πατρίδος καὶ περὶ τί ἕκαστος πραγματεύεται. καὶ εἴ τινων φορτίων …ἢ ἐπιζημίου καὶ τ… ἐὰν δὲ μὴ συνειδότων τούτων, πρασσέτωσαν παρὰ τῶν πεπραγματευμένων. καλείσθωσαν δὲ οἱ πριάμενοι τὰς ὠνάς, ἐάν τι ἐγκαλέσωσι τοῖς ἐπιλογεύσασιν ἢ τοῖς ὑπηρέταις αὐτῶν ὑπὲρ τῶν κατὰ τὴν ὠνήν, ἐν τῶι νομῶι ἐν ὧι ἐπρίαντο τὴν ὠνήν. …ἀφʼ ἧς δʼ ἂν ἡμέρας τὴν ὠνὴν παραλάβωσιν, οἱ ἐν τῶι ἐμπορίωι λογευταὶ ἐκτιθέτωσαν ἐν τῶι τελωνίωι ἐν ἡμέραις δέκα τὸν τῆς ὠνῆς νόμον γράψαντες γράμμασιν ἑλληνικοῖς τε καὶ ἐγχωρίοις καὶ ἐάν τι πρόγραμμα περὶ τῶν συγκυρόντων ταῖς ὠναῖς γένηται γεγραμμένον. ……τῆι ὠνῆι γ… …τοὺς ἀποδ… …γείνωνται κ… …ὠνὴν ἀποτ… …δὲ τοῖς του… …ὠνήν, τὸ δὲ …φυλακὴν δὲ τῶν ἐφόδων καὶ τῶν λογευτῶν καὶ τῶν συμβολοφυλάκων καὶ τῶν ἄλλο τι πραγματευομένων περὶ τὴν ὠνὴν καὶ ἐξέτασιν τῆς γινομένης προσόδου τῆι ὠνῆι …ὁ ἀρχώνης καὶ οἱ κοινῶνες ὡς ἀνυπο…ν μηθὲν ἄνευ τῶν ἀντιγραφέων ……οἱ τὴν ὠνὴν ἔχοντες ……ὁ ἀντιγραφεὺς ἕως ἂν …οἱ δὲ λογευταὶ καὶ οἱ ἔφοδοι καὶ οἱ λοιποὶ οἱ πραγματευόμενοι τὰς ὠνὰς ἐάν τι τῶν τελῶν πράξωσιν ἢ ἄλλο τι ἄνευ τοῦ ἀντιγραφέως λάβωσιν ἢ πράξαντες μὴ ἀνενέγκωσι πρὸς τὸν ἀντιγραφέα, ἀποτινέτωσαν εἰς τὸ βασιλικὸν πεντηκονταπλοῦν.