Ancient Greek
pg4.11.4 to pg4.15.9
Documentary Papyri, P.Rev. pg4.11.4-pg4.15.9
Not analysed yet
ὁ δὲ ἀντιγραφεὺς ἐάν τι ὡς μὴ ἀναφερόμενον …τῶι οἰκονόμωι ἢ τῶι ἀντιγραφεῖ, ἀποτινέτω εἰς τὸ βασιλικὸν πεντηκονταπλοῦν. ……τῶι οἰκονόμωι καὶ τῶι ἀντιγραφεῖ πατρόθεν καὶ πατρίδος …τῶι λογευτηρίωι …τοῦ ἀρχώνου τὸ ὄνομα καὶ τῶν κοινωνῶν καὶ τῶν ἐγγυητῶν καὶ τῶν λογευτῶν καὶ τῶν ὑπηρετῶν τῶν ἐγγραφέντων. οἱ δὲ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς ἐάν τινα λάβωσι πραγματευόμενον καὶ μὴ παραδεδομένον ἐν τῆι γραφῆι ἀναγέτωσαν ἐπὶ τὸν βασιλέα πρότερον ἢ α… τινα ὑπʼ αὐτοῦ. ἐὰν δὲ …εισφ… πεπραγματευμένον …ω ……επι …ηδε …την ……γα… τοῖς δὲ κατασταθεῖσι… ἐν ἑκάστωι νομῶι λογευταῖς ἢ ὑπηρέταις καὶ ἄλλοις πᾶσι ποιείσθω ἀπὸ τῶν λογευμάτων· ἔστω δὲ ὁ μισθὸς λογευταῖς ἑκάστωι τοῦ μηνὸς δραχμαὶ τριάκοντα, ὑπηρέταις τοῦ μηνὸς δραχμαὶ εἴκοσι, συμβολοφύλαξι ἑκάστῶι δραχμαὶ δεκαπέντε, ἐφόδωι ἑνὶ …κατὰ μῆνα δραχμαὶ ἑκατόν. ὅσους δὲ δεῖ κατασταθῆναι εἰς ἑκάστην ὠνὴν λογευτὰς καὶ ὑπηρέτας καὶ συμβολοφύλακας, διαγραψάτω ὅ τε οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς μετὰ τοῦ ἀρχώνου. ὅσαι δʼ ἂν ὠναὶ ε… δ… κα… τὸν ἀρχώνην …τ…ακότες …ω ε… μηδὲ οἱ …νο… κοινωνείτωσαν μη…ων, ὃς δʼ ἂν ποιήσηι τι τούτων, ἀποτείσει εἰς τὸ βασιλικὸν τάλαντα ε καὶ ἐν φυλακῆι ἔστω, ἕως ἂν ὁ βασιλεὺς περὶ αὐτοῦ διαγνῶι. ἀπογραφὴ ἀρχωνῶν. ὅσοι ἂν ὦσι οἱ βουλόμενοι ἀρχωνεῖν, ἀπογραφέσθωσαν πρὸς τὸν πωλοῦντα …εδ… …νε… …οδοις μηδε… …παρευρέσει μηδεμιᾶι μη… …ολεγέσθωσαν ……ταῖς τῶν ἀρχωνῶν καὶ τῶν κοινώνων μετοχαῖς ἐξέστω μετέχειν. ὃς δʼ ἂν παρὰ ταῦτα ἢ ἀγοράσηι ἢ μεταδῶι ἢ μετέχηι, πραχθήσεται μνᾶς τριάκοντα καὶ τῆι ἐπις…γι…ται καὶ ὁ διεγγυῶν· ἐὰν δὲ …μὴ παραδέξηται κοινῶνας …ος μὴ δίδωσιν, ἀποτείσει εἰς τὸ βασιλικὸν μνᾶς λ. οἵδε μὴ ὠνείσθωσαν μηδὲ κοινωνείτωσαν μηδὲ ἐγγυάσθωσαν· ὅσοι τι τῶν βασιλικῶν διοικοῦσι καὶ οἱ χρηματισταὶ καὶ ὁ εἰσαγωγεὺς αὐτῶν …τ… δοῦλος δὲ …εἰ δὲ μή, κολαζέσθω …αν διαφορ… ἀποτίσει δραχμὰς ….