Ancient Greek
pg4.19.2 to pg4.22.3
Documentary Papyri, P.Rev. pg4.19.2-pg4.22.3
Not analysed yet
καὶ ὑπὸ τὸ μέρος τοῦ ἐνοφειλομένου ὑπογραψάτω ὅσον ἰδίαι ἔχει παρʼ αὐτῶν ἢ τοῦ ἐγγύου καὶ ἐν οἷς χρόνοις καὶ τὸ λοιπὸν ἐάν τι προσοφείληι. ἐὰν δʼ ἐπιγένημα ἦι, ἐπιγραψάτω ……ς ἀνενεγκάτω …πρὸς τὸν ἐπὶ τῆς διοικήσεως τεταγμένον καὶ τὸν ἐκλογιστήν. ὁ δʼ ἐπὶ τῆς διοικήσεως τεταγμένος ἐπισκεψάμενος ἐὰν ἦι περιγινόμενόν τι ἐκ τῶν ἄλλων ὠνῶν, ἐὰν μὲν εἰς ἄλλας ὠνὰς ἐνοφείληι, καταχωρισάτω εἰς τὸ ἐνοφειλόμενον, ἐὰν δὲ μηθὲν ἄλλο ἐνοφείληι, συνταξάτω τῶι οἰκονόμωι πράξαντα παρʼ οὗ προσοφείλεται ἀποδοῦναι αὐτῶι, ὅταν ἡ ἐπιλόγευσις ἦι· ὁ δὲ οἰκονόμος ἀποδότω ἐν ἡμέραις τρισίν. ἐὰν δὲ ἀπαιτηθεὶς μὴ ἀποδῶι, τριπλοῦν ἀποτινέτω, εἰσπραξάτω δʼ ὁ ἐπὶ τῆς διοικήσεως τεταγμένος καὶ ἀπ… ὅσοι δʼ ἂν τῶν τὰς ὠνὰς ἐχόντων μὴ διαλογίσωνται πρὸς τὸν οἰκονόμον βουλομένου τοῦ οἰκονόμου καὶ παρακαλοῦντος εἴς τε τὸ βασιλικὸν ἀποτινέτωσαν μνᾶς τριάκοντα καὶ ὁ οἰκονόμος συναναγκασάτω. ……ω αὐτ… ἀντίγραφον τοῦ διαλογισμοῦ δοῦναι …κατὰ τὸν νόμον. δότω δὲ καὶ ὁ οἰκονόμος καὶ τῶν ἐγγυητῶν ἑκάστωι διαλογισμὸν καθʼ ὅν φησιν αὐτὸν ἃ ὤφειλε πεπρᾶχθαι. ἐὰν δὲ μὴ δῶι αἰτηθεὶς αὐθημερὸν ἢ τῆι ὑστεραίαι, ἀδίκωι πράξει ἔνοχος ἔστω. διαλογιζέσθωσαν δὲ πάντες κατὰ τὰ αὐτὰ ὅσοι τιτῶν βασιλικῶν πωλήσουσιν. ὑπὲρ συγγραφῶν. ὅσα δὲ συγγράφονται οἱ οἰκονόμοι ἢ οἱ ἀντιγραφεῖς ἢ οἱ παρʼ αὐτῶν οἱ τὰ βασιλικὰ πραγματευόμενοι περὶ τῶν ταῖς ὠναῖς συγκυρόντων, μὴ πρασσέσθωσαν οἱ πραγματευόμενοι τῶν συγγραφῶν μηδὲ τῶν συμβόλων μηδέν. …πε…γων. καθὼς γέγραπται ἐν τῶι νόμωι, τὸν οἰκονόμον ……κατασταθε …τὰ συντεταγμένα …ἀποτινέτωσαν ὑπὲρ αὐτῶν οἱ κατασταθέντες …,τὰ δὲ πρόστιμα τὰ γεγραμμένα εἰσπρασσέσθωσαν οἱ πεπραγματευμένοι, ἐὰν μὴ οἱ κατασταθέντες φαίνωνται συνειδότες αὐτοῖς. ἔκκλητοι χρόνοι. ὅσα δʼ ἐγκλήματα γίνεται ἐκ τῶν νόμων τῶν τελωνικῶν, ἔστω καλεῖσθαι περὶ μὲν …ὅταν βούλωνται, ὑπὲρ δὲ τῶν λοιπῶν ἐγκλημάτων ὅσα γίνεται ἐκ τῶν νόμων τῶν τελωνικῶν, ὑπὲρ ὧν μ…ς ἐν ἑκάστωι τῶν νομῶν ἄλλος χρόνος ἔκκλητος τέτακται, ἔστω καλεῖσθαι ἔν τε τῶι χρόνωι εἰς ὃν αἱ πρόσοδοι πέπρανται καὶ ἐν ἄλληι τριμήνωι ἐὰν μή τις τῶν τι κοινωνούντων ἢ ὑπηρετούντων τῆι ὠνῆι ληφθῇ μετὰ τὸν γεγραμμένον χρόνον νοσφισάμενος.