Ancient Greek
pg4.22.4 to pg4.26.17
Documentary Papyri, P.Rev. pg4.22.4-pg4.26.17
Not analysed yet
ἐὰν δέ τις τούτων ληφθῆι ……των… πρασσέτω ὁ οἰκονόμος παρὰ τῶν …ρ…των καὶ τῶν ἐγγύων καὶ τῶν …. …ς τὰ …Ἀπολλωνίου τοῦ διοικητοῦ. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους κζ …ερ… …τοῦ γινομένου οἴνου ……τὴν ἕκτην· παρὰ δὲ τῶν κληρούχων τῶν στρατευομένων καὶ τοὺς ἰδίους κλήρους πεφυτευκότων καὶ τῆς ἐν τῆι Θηβαΐδι ἐπαντλητῆς καὶ ὅσα δ… διοικεῖται ἡ Σιμαρίστου πρότερον διῳκεῖτο, τὴν δεκάτην. τῶν δὲ παραδείσων ἐξ συντιμήσεως τῆς κατʼ ἔτος γινομένης πρὸς ἀργύριον τὴν ἕκτην τ… …σιν. ὑπὲρ τοῦ τρυγᾶν καὶ συνάγειν. οἱ δὲ γεωργοὶ τὰ γενήματα τρυγάτωσαν ὅταν ἡ ὥρα ἦι καί, ὅταν ἄρχωνται τρυγᾶν, ἐπαγγελλέτωσαν τῶι διοικοῦντι ἢ τῶι ἔχοντι τὴν ὠνὴν καὶ βουλομένου ἐπιδεῖν τοὺς ἀμπελῶνας ἐπιδεικνύτωσαν. ……τοῖς τὴν ὠνὴν πριαμένοις μνᾶς …ὅταν δὲ οἱ γεωργοὶ οἰνοποιεῖν βούλωνται, παρακαλείτωσαν τὸν τὴν ὠνὴν διοικοῦντα ἐναντίον τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως ἢ τοῦ παρὰ τούτων καί, παραγενομένου, οἰνοποιείτω ὁ γεωργὸς καὶ μετρείτω τοῖς μέτροις τοῖς ἐν ἑκάστωι τῶν τόπων ὑπάρχουσιν ἐξητασμένοις καὶ ἐσφραγισμένοις ὑπὸ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως καὶ ἐκ τοῦ γενομένου μέτρου τὴν ἀπόμοιραν ἀποδιδότω. ὅσον δʼ ἂν τῶν γεγραμμένων μὴ ποιήσωσι οἱ γεωργοὶ κατὰ τὸν νόμον, διπλῆν τὴν ἀπόμοιραν τοῖς ἔχουσι τὴν ὠνὴν ἀποτινέτωσαν. οἷς δʼ ὑπάρχει ὄργανα οἷς οἰνοποιοῦσι, ἀπογραψάσθωσαν πρὸς τὸν διοικοῦντα τὴν ὠνὴν ὅταν παν… …αδε… …καὶ, ὅταν οἰνοποιεῖν μέλλωσιν, ἀποδειξάτωσαν τὸ ἐπιβληθὲν σημεῖον ἀσινές. ὁ δὲ μὴ ἀπογραψάμενος ἢ μὴ ἐπιδείξας τὰ ὄργανα κατὰ τὸν νόμον ἢ μὴ παρασχὼν εἰς παρασφραγισμόν, βουλομένου σφραγίσασθαι, ἢ μὴ ἀποδείξας τὴν ἐπιβληθεῖσαν σφραγῖδα, ἀποτινέτω τοῖς ἔχουσιν τὴν ὠνὴν ὅσον ἂν παραχρῆμα τὸ βλάβος διατιμήσωσι. ὅσα δʼ ἂν οἱ γεωργοὶ προτρυγήσαντες οἰνοποιήσωσιν, …ωσαν τὸν οἶνον ἐπὶ τῶν ληνῶν ἢ ἐπὶ τῶν …ν καὶ, ὅταν τὸ πρῶτον ἔκθεμα παραγγελὲν πύθωνται ἐν τῆι πόλει ἢ κώμηι ἐν ἧι ἕκαστοι κατοικοῦσι, ἀπογραφέσθωσαν οἱ γεωργοὶ αὐθημερὸν ἢ τῆι ὑστεραίαι καὶ ἐπιδεικνύτωσαν τὸν οἶνον καὶ τὸν ἀμπελῶνα ἐξ οὗ προετρύγησαν.