Ancient Greek
pg4.30.9 to pg4.32.13
Documentary Papyri, P.Rev. pg4.30.9-pg4.32.13
Not analysed yet
τὸν νόμον, ἐξέστω τοῖς γεωργοῖς, ὡς γέγραπται παρόντων τούτων συντελέσαι, ἐναντίον τοῦ παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως συναπεσταλμένου ἕκαστα ποιεῖν καὶ εἶναι κατὰ τοῦτο ἀζημίους· παραγενομένου δὲ τοῦ διοικοῦντος τὴν ὠνήν, δηλούτωσαν τὸ γένημα καὶ τὴν ἀπόδειξιν ποιείσθωσαν παραχρῆμα ὡς ὑπὲρ ἑκάστων διωικήκασιν· ὁ δὲ παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως γράψας δότω τοῦ τε γενήματος καὶ τῆς ἀπομοίρας τὸν λόγον κατὰ γεωργόν. ἀποκομίζειν τὴν ἀπόμοιραν. οἱ δὲ γεωργοὶ τὴν γινομένην ἀπόμοιραν τοῦ ……ἀπόμοιραν εἰς τὸ ἀποδόχιον …ἀποτινέτω τοῖς τὴν ὠνὴν ἔχουσι τῆς ἐνοφειλουμένης αὐτοῖς ἀποκομιδῆς τὴν τιμήν· ἐν μὲν τῆι Λιβύηι καὶ τῶι Σαίτηι καὶ …πολίτηι καὶ Προσωπίτηι καὶ Ἀθριβίτηι καὶ Μενελαΐδι καὶ Δέλτα τοῦ μετρητοῦ τοῦ ὀκτάχου δραχμὰς …· ἐν δὲ τῶι Σεβεννύτηι καὶ Βουσιρίτηι καὶ Μενδησίωι καὶ Λεοντοπολίτηι καὶ Σεθρωίτηι καὶ Φαρβαιτίτηι καὶ τῆι Ἀραβίαι καὶ Βουβαστίτηι καὶ Βουβάστωι καὶ Τανίτηι καὶ Μεμφίτηι καὶ Μέμφει καὶ Λητοπολίτηι καὶ Ἑρμοπολίτηι καὶ Ὀξυρυγχίτηι καὶ Κυνοπολίτηι καὶ τῆι Λίμνηι καὶ Ἡρακλεοπολίτηι καὶ Ἀφροδιτοπολίτηι δραχμὰς ϛ· ἐν δὲ τῆι Θηβαΐδι δραχμὰς ε. εἰσπραξάτω δὲ ὁ οἰκονόμος τὰς τιμὰς παρὰ τῶν γεωργῶν καὶ καταχωρισάτω εἰς τὸ βασιλικὸν ὑπὲρ τῆς ὠνῆς. ἀποσφράγισμα. ὁ δὲ οἰκονόμος καταστησάτω ἐν ἑκάστηι κώμηι ἀποδόχια· αὐτὸς δὲ ὧν ἂν κομίζηται ἀποσφράγισμα διδότω τῶι γεωργῶι …κομιζέσθω δʼ ὁ οἰκονόμος ἐκ τῶν ληνῶν. ……ς συναγομεν …παρεχέτω κέραμον τῶι ἀποδοχίωι καὶ κηρόν· ἔστω δὲ ὁ κέραμος κεράμια στεγνά, πισσοκοπούμενα, ἱκανὰ τῶι οἴνωι τῶι συναγομένωι ὑπὲρ τῆς ὠνῆς. ὁ δὲ οἰκονόμος καὶ ὁ ἀντιγραφεύς, πρότερον ἢ τρυγᾶν τοὺς γεωργοὺς ἔμπροσθεν ἡμέραις …,δότωσαν τοῖς γεωργοῖς τιμὴν τοῦ κεράμου ὃν δεῖ ἕκαστον παρασχεῖν εἰς τὴν ἀπόμοιραν τῶν ἰδίων γενημάτων, τὴν συνταχθεῖσαν ὑπὸ τοῦ ἐπὶ τῆς διοικήσεως τεταγμένου, καὶ διαγραψάτω τὴν τιμὴν διὰ τῆς τραπέζης τῆς βασιλικῆς τῆς ἐν τῶι νομῶι.