Ancient Greek
pg4.26.18 to pg4.30.8
Documentary Papyri, P.Rev. pg4.26.18-pg4.30.8
Not analysed yet
συγγράφεσθαι. ὁ δʼ ἔχων τὴν ὠνὴν ὅταν τὸ πλῆθος τοῦ ……τῆς ἀναμετρήσεως ……ν τῆς ἀπομοίρας καὶ σφραγισάμενος τῆς συγγραφῆς τὸ ἀντίγραφον δότω τῶι γεωργῶι· χειρογραφησάτω δὲ ἐν τῆι συγγραφῆι τὸν ὅρκον τὸν βασιλικὸν πᾶν τὸ γένημα κατακεχωρικέναι ἐν τῆι συγγραφῆι καὶ τὰ προοινοποιηθέντα καὶ ἀπογραφέντα πρὸς αὐτὸν ὑπὸ τοῦ γεωργοῦ πάντα κατακεχωρικέναι καὶ μηθὲν νενοσφίσθαι μηδὲ καταπροΐεσθαι. τὴν δʼ ἑτέραν, σφραγισαμένου τοῦ γεωργοῦ, ἐχέτω ὁ οἰκονόμος ἢ ὁ παρʼ αὐτοῦ συναπεσταλμένος· χειρογραφησάτω δὲ ὁ γεωργὸς τὸν βασιλικὸν ὅρκον πᾶν τὸ γένημα ἀποδεδειχέναι καὶ τὰ προοινοποιηθέντα πάντα ἀπογεγράφθαι καὶ τὴν ἀπόμοιραν τὴν γεγενημένην δικαίως ἀναγεγραφηκέναι· τὰ δὲ ἀντίγραφα συν- προσέστω ἀσφράγιστα. …ομ… …τοῖς ἔχουσι τὴν ὠνὴν …ω. ἐὰν δʼ ἀντιλέγωσιν ὡς πλέον ἢ ἔλασσον γίνεται, ἐπικρινέτω ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς καί, καθότι ἂν ἐπικριθῆι, σφραγιζέσθωσαν. ὁ δὲ τελώνης ἐὰν πρός τινα τῶν γεωργῶν μὴ συγγράψηται βουλομένου, μὴ ἔστω αὐτῶι τούτων ἡ πρᾶξις. οἱ δὲ ὁ οἰκονόμος ἢ ὁ ἀντιγραφεὺς συγγραψάσθωσαν πρὸς τὸν γεωργὸν καὶ κομισάμενοι τὴν γινομένην ἀπόμοιραν εἰς τὸ βασιλικὸν καταχωρισάτωσαν, τοῖς δὲ ἔχουσιν τὴν ὠνὴν τὴν τιμὴν μὴ ὑπολογείτωσαν. μὴ ἐπιμίσγειν. ἐὰν δὲ τοῖς ἀτελέσι τὰ ὑποτελῆ γενήματα …λ… ὡς ὄντα τῶν ἀτελῶν ἐπιμίσγωσι, ……οἱ παραδείσους κεκτημένοι ἀπογραψάσθωσαν πρὸς τὸν τὴν ὠνὴν πριάμενον καὶ τὸν παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως καθεστηκότα ἐν τῶι τόπωι, φράζοντες τό τε αὐτῶν ὄνομα καὶ ἐν ἧι κώμηι οἰκοῦσιν καὶ πόσου τιμῶνται τὴν πρόσοδον τὴν ἐν τῶι παραδείσωι καί, ἐὰν μὲν εὐδοκῆι ὁ τελώνης, συγγραφὴν προϊέσθωσαν αὐτῶι διπλῆν ἐσφραγισμένην καθάπερ ἐν τῶι νόμωι γέγραπται καὶ ἐκ τούτου τὴν ἕκτην πρασσέτω ὁ οἰκονόμος. ἐὰν δὲ ἀντιλέγηι πρὸς τὴν τίμησιν, ἐξέστω τῶι τὴν ὠνὴν ἔχοντι ἐγλαβεῖν τὸν καρπόν· ὅ δʼ ἂν ἐκβάλληι, ἀποδιδότω ἀπὸ τοῦ ἐμπολωμένου καθʼ ἡμέραν· ὅταν δὲ κομίσηται ὁ γεωργὸς οὗ ἐτιμᾶτο, τὸ πλεῖον ἔστω τοῦ τὴν ὠνὴν ἔχοντος, τὴν δὲ ἕκτην ἀποδότω ὁ γεωργὸς τῶι οἰκονόμωι· ἐὰν δʼ ἐκ τοῦ καρποῦ τοῦ πραθέντος ἡ τίμησις μὴ ἐκπέσηι, πραξάτω ὁ οἰκονόμος ἀπὸ τοῦ τὴν ὠνὴν ἔχοντος καὶ ……ι διορθωσάσθω ……ν… …τ… …τα…ας ἐν ἄλλαις …ἐὰν δὲ μήτε αὐτοὶ παραγένωνται εἰς τὴν ὥραν, μήτε ἄλλοι παρʼ αὐτῶν οἳ πραγματεύσονται κυρίως ἕκαστα κατὰ τὸν νόμον, ἢ ἄλλως ἐπικωλύσωσι τοὺς γεωργοὺς ἐπαγγέλλοντας καὶ παρακαλοῦντας καὶ συντελοῦντας κατὰ