Ancient Greek
pg4.43.v.20 to pg4.45.12
Documentary Papyri, P.Rev. pg4.43.v.20-pg4.45.12
Not analysed yet
τοῦ δὲ διαγραφέντος σπαρῆναι σησάμου καὶ κρότωνος εἰς ἄλλους νομοὺς ποιήσουσιν τὴν τίμησιν ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς καὶ τὸ σήσαμον καὶ τὸν κρότωνα παραλαμβανέτωσαν παρὰ τῶν γεωργῶν. δότω δὲ ὁ νομάρχης ἢ ὁ προεστηκὼς τοῦ νομοῦ τῶν ἀρουρῶν τὸν σπόρον κατὰ γεωργὸν πρότερον ἢ συνκομίζεσθαι τὸν καρπὸν ἡμέραις ἑξήκοντα. ἐὰν δὲ μὴ δῶι ἢ μὴ παράσχηται τοὺς γεωργοὺς ἐσπαρκότας τὸ πλῆθος τὸ διαγραφέν, ἀποτινέτω τῶι τὴν ὠνὴν πριαμένωι καὶ τὰ ἐπίτιμα τὰ γεγραμμένα· αὐτὸς δὲ πρασσέτω παρὰ τῶν γεωργῶν τῶν ἠπειθηκότων. ὅσοι δʼ ἀτελεῖς εἰσιν κατὰ τὴν χώραν ἢ ἐν δωρεᾶι ἢ ἐν συντάξει ἔχουσι κώμας καὶ γῆν, παραμετρείτωσαν πᾶν τὸ γενόμενον αὐτοῖς σήσαμον καὶ τὸν κρότωνα καὶ τὰ λοιπὰ φορτία τὰ συγκύροντα εἰς τὴν ἐλαικήν, ὑπολιπόμενοι εἰς σπέρμα τὸ ἱκανόν, τιμὴν κομιζόμενοι πρὸς χαλκὸν τοῦ μὲν σησάμου τῆς ἀρτάβης δραχμὰς ϛ, τοῦ δὲ κρότωνος τὴν ἀρτάβην δραχμὰς γ διώβολον, τῆς δὲ κνήκου τὴν ἀρτάβην δραχμὴν α. ἐὰν δὲ μὴ παραμετρήσωσι πᾶν τὸ σήσαμον …ἐργαστήριον εἶναι καὶ χαράξαντες ἐπισημανάσθωσαν. ὅσαι δʼ ἐν δωρεᾶι κῶμαί εἰσιν, ἐν ταύταις δὲ ἐλαιούργιον μηθὲν καθιστάτωσαν. παραθέσθωσαν δὲ ἐν ἑκάστωι ἐργαστηρίωι καὶ σήσαμον καὶ κρότωνα καὶ κνῆκον τὴν ἱκανήν. τοὺς δὲ ἐλαιουργοὺς τοὺς ἐν ἑκάστωι νομῶι καταταχθέντας μὴ ἐπιτρεπέτωσαν εἰς ἄλλον νομὸν μεταπορεύεσθαι. ἐὰν δέ τινες μετέλθωσιν, ἀγώγιμοι ἔστωσαν τῶι τε διοικοῦντι τὴν ὠνὴν καὶ τῶι οἰκονόμωι καὶ τῶι ἀντιγραφεῖ. μὴ ὑποδεχέσθω δὲ τοὺς ἐλαιουργοὺς μηθείς. ἐὰν δέ τις εἰδὼς ὑποδέξηται ἢ ἐπισταλέντος αὐτῶι μὴ ἀναγάγῃ, ἀποτινέτω ἑκάστου ἐλαιουργοῦ δραχμὰς Γ καὶ ὁ ἐλαιουργὸς ἀγώγιμος ἔστω. ……το… τοῦ ἐλαίου μεριζέτω …καὶ ἀπὸ τοῦ ἐπιγενήματος τοῦ κατεργαζομένου ἐλαίου τοῖς ἐλαιουργοῖς τοῦ μετρητοῦ τοῦ δωδεκάχου δραχμὰς β τριώβολον τούτου δὲ λαμβανέτω ὁ μὲν ἐλαιουργὸς καὶ οἱ κοπεῖς δραχμὴν α τετρώβολον καὶ οἱ τὴν ὠνὴν ἠγορακότες πεντώβολον ἐὰν δὲ ὁ οἰκονόμος ἢ ὁ παρʼ αὐτοῦ καθεστηκὼς μὴ ἀποδιδῶι τοῖς ἐλαιουργοῖς τὸ κάτεργον ἢ τὸ μεμερισμένον αὐτοῖς ἀπὸ τῆς πράσεως, ἀποτινέτω εἰς μὲν τὸ βασιλικὸν δραχμὰς Γ καὶ τοῖς ἐλαιουργοῖς τὸν μισθὸν καὶ ὅ τι ἂν ἡ ὠνὴ διὰ τούτους καταβλαβῆι διπλοῦν.