Ancient Greek
pg4.45.13 to pg4.48.2
Documentary Papyri, P.Rev. pg4.45.13-pg4.48.2
Not analysed yet
ἐὰν δὲ τὰ ἐλαιούργια μὴ καταστήσωνται καθότι γέγραπται ἢ τὰ φορτία τὰ ἱκανὰ μὴ παραθῶνται καὶ διὰ ταῦτα ἡ ὠνὴ καταβλαβῆι, ἀποτινέτω ὅ τε οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς τὴν ἔγδειαν τὴν γενομένην καὶ τοῖς τὴν ὠνὴν πριαμένοις τὸ βλάβος διπλοῦν. χορηγείτωσαν δὲ ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεὺς ἐν ἑκάστωι ἐργαστηρίωι τὴν κατασκευήν. ……ω… εἰς τὸ κάτεργον κατιὼν μηθὲν ἐπικωλυσάτω καταβλάπτων τὴν ὠνήν. ἐὰν δὲ μὴ χορηγῆι ἢ καταβλάψηι τι τὴν ὠνήν, κρινέσθω ἐπὶ τοῦ τεταγμένου ἐπὶ τῆς διοικήσεως καὶ ἐὰν καταληφθῆι, ἀποτινέτω ἀργυρίου τάλαντα β καὶ τὸ βλάβος διπλοῦν. οἱ δὲ τὴν ὠνὴν ἔχοντες καὶ ὁ ἀντιγραφεὺς ὁ κατασταθεὶς ὑπὸ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως κυριεύσουσιν τῶν ἐλαιουργῶν πάντων τῶν ἐν τῶι τόπωι καὶ τῶν ἐργαστηρίων καὶ τῆς κατασκευῆς, καὶ παρασφραγιζέσθωσαν τὰ ὄργανα τὸν ἀργὸν τοῦ χρόνου. ἐπαναγκαζέτωσαν δὲ τοὺς ἐλαιουργοὺς καθʼ ἡμέραν ἐργάζεσθαι καὶ συμπαρέστωσαν. κατεργαζέσθωσαν δὲ μὴ ἔλασσον τὴν ἡμέραν τοῦ μὲν σησάμου καθʼ ἕκαστον ὅλμον ἀρτάβης ,τοῦ δὲ κρότωνος ἀρταβῶν δ, τῆς δὲ κνήκου ἀρτάβης. ἀποδιδότωσαν δὲ τ… τοῦ μὲν σησάμου τῶν δ ἀρταβῶν δραχμὰς …,τοῦ δὲ κρότωνος τῶν …ἀρταβῶν δραχμὰς δ, τῆς δὲ κνήκου τῶν …ἀρταβῶν δραχμὰς η. …σύνταξιν δὲ πρὸς τοὺς ἐλαιουργοὺς περὶ τῆς ῥύσεως τοῦ ἐλαίου μὴ ποιείσθω μήτε ὁ οἰκονόμος μήτε ὁ πραγματευόμενος τὴν ὠνὴν παρευρέσει μηδεμιᾶι, μηδὲ τὰ ὄργανα τὰ ἐν τοῖς ἐργαστηρίοις τὸν ἀργὸν τοῦ χρόνου ἀσφράγιστα ἀπολειπέτωσαν. ἐὰν δὲ συντάξωνται πρός τινας τῶν ἐλαιουργῶν ἢ ἀσφράγιστα τὰ ὄργανα ἀπολείπωσιν, ἀποτινέτωσαν εἰς μὲν τὸ βασιλικὸν ἕκαστος τῶν αἰτίων ἀργυρίου τάλαντον α καὶ ἐάν τινα ἡ ὠνὴ ἔγδειαν ποιῇ. ὁ δὲ παρὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως καθεστηκὼς ἀναγραψάσθω τὰ ὀνόματα τῶν καπήλων τῶν ἐν ἑκάστηι πόλει ὄντων καὶ τῶν μεταβόλων καὶ συνταξάσθω πρὸς αὐτοὺς μετὰ τῶν τὴν ὠνὴν πραγματευομένων πόσον δεῖ ἔλαιον καὶ κίκι λαμβάνοντας καθʼ ἡμέραν πωλεῖν, ἐν Ἀλεξανδρείαι δὲ συντασσέσθωσαν πρὸς τοὺς παλινπρατοῦντας, καὶ συγγραψάσθωσαν πρὸς ἕκαστον συνγραφὴν, πρὸς μὲν τοὺς ἐν τῆι χώραι κατὰ μῆνα, πρὸς δὲ τοὺς ἐν Ἀλεξανδρείαι …ὑπὸ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως καταχωριζέσθω εἰς τὴν ὠνήν.