Ancient Greek
pg4.62.16 to pg4.66.2
Documentary Papyri, P.Rev. pg4.62.16-pg4.66.2
Not analysed yet
ἐν τῶι Μενδησίωι. σησάμου ἀρούρας Γ, καὶ ὥστε εἰς τὴν διάθεσιν τὴν ἐν τοῖς ἄλλοις νομοῖς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Μενδήσιον ἀγοράσας, ἀρούρας Β· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν …ἀρτάβας …φ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Μενδήσιον ἀγοράσαντι. ἐν τῶι Βουσιρίτηι. σησάμου ἀρούρας …χν, κρότωνος ἀρούρας …· καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Βουσιρίτην ἀγοράσας, κρότωνος ἀρούρας …,σησάμου ἀρούρας Ατν. ἐν τῶι Ἀθριβίτηι. σησάμου ἀρούρας Αφ καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας Ϛω, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Ἀθριβίτην ἀγοράσαντι· κρότωνος ἀρούρας Γψξ καὶ ὥστε εἰς τοὺς ἄλλους νομοὺς ἀρτάβας Γ, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Ἀθριβίτην ἀγοράσας. ἐν τῶι Ἡλιοπολίτηι. σησάμου …ἀρούρας φ καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας Β, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Ἡλιοπολίτην ἀγοράσαντι· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Γφ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Ἡλιοπολίτην ἀγοράσαντι. ἐν τῶι Βουβαστίτηι καὶ Βουβάστωι. σησάμου ἀρούρας Α καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας …,οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Βουβαστίτην καὶ Βούβαστον ἀγοράσαντι· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας …,οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Βουβαστίτην καὶ Βούβαστον ἀγοράσαντι. ἐν τῆι Ἀραβίαι. σησάμου ἀρούρας Αμ καὶ ὥστε εἰς τοὺς ἄλλους νομοὺς ἀρούρας Β, οὗ τέλος οὐθὲν πράξεται ὁ τὴν Ἀραβίαν ἀγοράσας· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Γψ, οὗ τὸ τέλος τὸ γινόμενον ὑπάρξει τῶι τὴν Ἀραβίαν ἀγοράσαντι.