Ancient Greek
pg4.66.3 to pg4.69.21
Documentary Papyri, P.Rev. pg4.66.3-pg4.69.21
Not analysed yet
ἐν τῶι Σεθρωίτηι. σησάμου ἀρούρας …καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Σεθρωίτην ἀγοράσας, ἀρούρας …· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Ευξ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Σεθρωίτην ἀγοράσαντι. ἐν τῶι Τανίτηι. σησάμου ἀρούρας Αυλ καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Τανίτην ἀγοράσας, ἀρούρας Αφο· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασ- θῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Εμ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Τανίτην ἀγοράσαντι. ἐν τῶι Λεοντοπολίτηι. σησάμου ἀρούρας …καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Λεοντοπολίτην ἀγοράσας, ἀρούρας σμ· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Ϛσ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Λεοντοπολίτην ἀγοράσαντι. ἐν τῶι Φαρβαιθίτηι σησάμου ἀρούρας …καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Φαρβαιθίτην ἀγοράσας, ἀρούρας …· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας …,οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Φαρβαιθίτην ἀγοράσαντι. ἐν τῶι Λητοπολίτηι. σησάμου ἀρούρας υπ· κρότωνος ἀρούρας φν καὶ ὥστε εἰς τὴν διάθεσιν τὴν ἐν τοῖς ἄλλοις νομοῖς, οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Λητοπολίτην ἀγοράσας, ἀρούρας Ασν. εἰς Μέμφιν δεῖ χορηγεῖν ἐκ τῆς Λιμνῆς. σησάμου ἀρτάβας Δσ· κρότωνος ἀρτάβας …οὗ τέλος οὐθὲν πράξεται ὁ τὴν ἐλαικὴν τὴν ἐν Μέμφει ἀγοράσας. ἐν τῶι Ἑρμοπολίτηι. σησάμου ἀρούρας …καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας μυρίας α Β ,οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Ἑρμοπολίτην ἀγοράσαντι, καὶ τὸν κρότωνα ὃν δεῖ κατεργάζεσθαι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας μυρίας α Βϡ οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Ἑρμοπολίτην ἀγοράσαντι.