Ancient Greek
pg4.70.1 to pg4.76.2
Documentary Papyri, P.Rev. pg4.70.1-pg4.76.2
Not analysed yet
ἐν τῶι Ὀξυρυγχίτηι σησάμου ἀρούρας ιη…· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας ξϛ…, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Ὀξυρυγχίτην ἀγοράσαντι. ἐν τῶι Ἡρακλεοπολίτηι. σησάμου ἀρούρας Β καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας Βω, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Ἡρακλεοπολίτην ἀγοράσαντι· καὶ τὸν κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Θφ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Ἡρακλεοπολίτην ἀγοράσαντι. ἐν τῆι Λιμνῆι. σησάμου ἀρούρας …· κρότωνος ἀρούρας …καὶ ὥστε εἰς τοὺς ἄλλους νομούς ,οὗ τέλος οὐθὲν πράξεται ὁ τὸν Λιμνίτην ἀγοράσας, ἀρούρας …,σησάμου ἀρούρας Ηϡ. ἐν τῶι Ἀφροδιτοπολίτηι. σησάμου ἀρούρας χλ· τὸν δὲ κρότωνα ὃν δεῖ κατεργασθῆναι ἐν τῆι ὠνῆι, χορηγήσομεν ἐξ ἄλλων νομῶν ἀρτάβας Βσ, οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ κρότωνος ὑπάρξει τῶι τὸν Ἀφροδιτοπολίτην ἀγοράσαντι. ἐν τῶι Κυνοπολίτηι. σησάμου ἀρούρας …καὶ ἐκ τῶν ἄλλων νομῶν χορηγήσομεν ἀρτάβας …,οὗ τὸ τέλος τὸ γινόμενον ἀπὸ τοῦ σησάμου ὑπάρξει τῶι τὸν Κυνοπολίτην ἀγοράσαντι, καὶ τὸν κρότωνα ὃν δεῖ κατεργασθῆναι ἀρούρας …. ἐν τῶι Μεμφίτηι χορηγήσομεν ἐκ τῆς Λιμνῆς. σησάμου ἀρτάβας Βυ, κρότωνος ἀρτάβας Βρκ, οὗ τέλος οὐθὲν πράξεται ὁ τὴν ἐλαικὴν τὴν ἐν τῶι Μεμφίτηι ἀγοράσας. ἐν τῆι Θηβαίδι. σησάμου ἀρούρας Γτν, κρότωνος ἀρούρας μυρίας α Αωκ · καὶ ὥστε εἰς τὴν διάθεσιν τὴν ἐν Ἀλεξανδρείαι κρότωνος ἀρούρας Θξζ. διάγραμμα τραπεζῶν. πωλοῦμεν τὰς τραπέζας τὰς οὔσας ἔν τε Ἀλεξανδρείαι καὶ κατὰ τὴν χώραν …ἀργυραμοιβικὴν τράπεζαν ……ἐγλήψονται ……παρα… παραλήψονται δὲ καὶ οἱ οἰκονόμοι καὶ οἱ πράσσοντές τι τῶν βασιλικῶν παρὰ τῶν καταβαλλόντων τὰ …ματα καθότι καὶ τὴν τράπεζαν γέγραπται παραλαμβάνειν …υσι παντ… ρα…. ἄλλωι δὲ μηθενὶ ἐξέστω μήτε πωλεῖν, μήτε ἀγοράζειν, μήτε κολλυβίζειν ἀργύριον παρευρέσει μηδεμιᾶι ὅσο… αἱ ἐν πόλεσιν ἢ κώμαις τράπεζαι βασιλικαὶ μὴ ὑπολογείτωσαν ,ἀλλʼ ἀναφερέτωσαν ἐπὶ τὴν ἀποδεδειγμένην τράπεζαν …ἐν ἡμέραις δέκα. ἐὰν δὲ μὴ ἀνενέγκωσιν, ἀποτινέτωσαν τῶι τὴν τράπεζαν ἠγορακότι καθʼ ἑκάστην ἡμέραν δραχμὰς …ἐξέστω δὲ τοῖς τραπεζίταις παρὰ τῶν καταβαλλόντων ……ν ἀργυρι …λαμβανόντωνἐκτοῦ βασιλικοῦ ε …. ἐὰν δέ τι μ… …ν ἢ μολυβδ …ν η… κίβδηλον ……ηρον… …ατα· παρασφραγιζέσθω δὲ ὁ ἠγορακὼς τὴν τράπεζαν καὶ δόκιμον παρεχέτω. ὅταν δʼ ἐπιπαραριθμεῖν